Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 1.1.30 Diog. Laert. 1.1.32 (English) >>Diog. Laert. 1.1.35

1.1.31 μέμνηται τοῦ Ἀριστοδήμου καὶ Ἀλκαῖος οὕτως·

ὣς γὰρ δή ποτʼ Ἀριστόδαμόν φασʼ οὐκ ἀπάλαμνον ἐν Σπάρτᾳ λόγον

εἰπεῖν· χρήματʼ ἀνήρ, πενιχρὸς δʼ οὐδεὶς πέλετʼ ἐσλός.

ἔνιοι δέ φασιν ὑπὸ Περιάνδρου Θρασυβούλῳ τῷ Μιλησίων τυράννῳ πλοῖον ἔμφορτον ἀποσταλῆναι· τοῦ δὲ περὶ τὴν Κῴαν θάλασσαν ναυαγήσαντος, ὕστερον εὑρεθῆναι πρός τινων ἁλιέων τὸν τρίποδα. Φανόδικος δὲ περὶ τὴν Ἀθηναίων θάλασσαν εὑρεθῆναι καὶ ἀνενεχθέντα εἰς ἄστυ γενομένης ἐκκλησίας Βίαντι πεμφθῆναι· 1.1.32 διὰ τί δέ, ἐν τῷ περὶ Βίαντος λέξομεν.

Ἄλλοι φασὶν ἡφαιστότευκτον εἶναι αὐτὸν καὶ δοθῆναι πρὸς τοῦ θεοῦ Πέλοπι γαμοῦντι· αὖθίς τε εἰς Μενέλαον ἐλθεῖν καὶ σὺν τῇ Ἑλένῃ ἁρπασθέντα ὑπʼ Ἀλεξάνδρου ῥιφῆναι εἰς τὴν Κῴαν θάλασσαν πρὸς τῆς Λακαίνης, εἰπούσης ὅτι περιμάχητος ἔσται. χρόνῳ δὲ Λεβεδίων τινῶν αὐτόθι γρῖφον ὠνησαμένων καταληφθῆναι καὶ τὸν τρίποδα, μαχομένων δὲ πρὸς τοὺς ἁλιέας γενέσθαι τὴν ἄνοδον ἕως τῆς Κῶ· καὶ ὡς οὐδὲν ἤνυτον, τοῖς Μιλησίοις μητροπόλει οὔσῃ μηνύουσιν. οἱ δʼ ἐπειδὴ διαπρεσβευόμενοι ἠλογοῦντο, πρὸς τοὺς Κῴους πολεμοῦσι. καὶ πολλῶν ἑκατέρωθεν πιπτόντων ἐκπίπτει χρησμὸς δοῦναι τῷ σοφωτάτῳ· καὶ ἀμφότεροι συνῄνεσαν Θαλῇ. δὲ μετὰ τὴν περίοδον τῷ Διδυμεῖ τίθησιν Ἀπόλλωνι. 1.1.33 Κῴοις μὲν οὖν τοῦτον ἐχρήσθη τὸν τρόπον·

οὐ πρότερον λήξει νεῖκος Μερόπων καὶ Ἰώνων,

πρὶν τρίποδα χρύσειον, ὃν Ἥφαιστος βάλε πόντῳ,

ἐκ πόλιος πέμψητε καὶ ἐς δόμον ἀνδρὸς ἵκηται,

ὃς σοφὸς τὰ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα.

Μιλησίοις δέ·

ἔκγονε Μιλήτου, τρίποδος πέρι Φοῖβον ἐρωτᾷς;

καὶ ὡς προείρηται. καὶ τόδε μὲν οὕτως.

Ἕρμιππος δʼ ἐν τοῖς Βίοις εἰς τοῦτον ἀναφέρει τὸ λεγόμενον ὑπό τινων περὶ Σωκράτους. ἔφασκε γάρ, φασί, τριῶν τούτων ἕνεκα χάριν ἔχειν τῇ Τύχῃ· πρῶτον μὲν ὅτι ἄνθρωπος ἐγενόμην καὶ οὐ θηρίον, εἶτα ὅτι ἀνὴρ καὶ οὐ γυνή, τρίτον ὅτι Ἕλλην καὶ οὐ βάρβαρος.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 1.1.30 Diog. Laert. 1.1.32 (English) >>Diog. Laert. 1.1.35

Powered by PhiloLogic