Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 1.1.35 Diog. Laert. 1.1.38 (English) >>Diog. Laert. 1.1.41

1.1.37 τίς εὐδαίμων, τὸ μὲν σῶμα ὑγιής, τὴν δὲ ψυχὴν εὔπορος, τὴν δὲ φύσιν εὐπαίδευτος. φίλων παρόντων καὶ ἀπόντων μεμνῆσθαί φησι· μὴ τὴν ὄψιν καλλωπίζεσθαι, ἀλλὰ τοῖς ἐπιτηδεύμασιν εἶναι καλόν. μὴ πλούτει, φησί, κακῶς, μηδὲ διαβαλλέτω σε λόγος πρὸς τοὺς πίστεως κεκοινωνηκότας. οὓς ἂν ἐράνους εἰσενέγκῃς, φησί, τοῖς γονεῦσιν, τοὺς αὐτοὺς προσδέχου καὶ παρὰ τῶν τέκνων. τὸν Νεῖλον εἶπε πληθύειν ἀνακοπτομένων τῶν ῥευμάτων ὑπὸ τῶν ἐτησίων ἐναντίων ὄντων.

Φησὶ δʼ Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς γεγενῆσθαι αὐτὸν κατὰ τὸ πρῶτον ἔτος τῆς τριακοστῆς πέμπτης ἐνάτης Ὀλυμπιάδος. 1.1.38 ἐτελεύτησε δʼ ἐτῶν ἑβδομήκοντα ὀκτώ, <, ὡς Σωσικράτης φησίν, ἐνενήκοντατελευτῆσαι γὰρ ἐπὶ τῆς πεντηκοστῆς ὀγδόης Ὀλυμπιάδος, γεγονότα κατὰ Κροῖσον, καὶ τὸν Ἅλυν ὑποσχέσθαι ἄνευ γεφύρας περᾶσαι, τὸ ῥεῖθρον παρατρέψαντα.

Γεγόνασι δὲ καὶ ἄλλοι Θαλαῖ, καθά φησι Δημήτριος Μάγνης ἐν τοῖς Ὁμωνύμοις, πέντε·

ῥήτωρ Καλλατιανός, κακόζηλος·

ζωγράφος Σικυώνιος, μεγαλοφυής·

τρίτος ἀρχαῖος πάνυ, κατὰ Ἡσίοδον καὶ Ὅμηρον καὶ Λυκοῦργον·

τέταρτος οὗ μέμνηται Δοῦρις ἐν τῷ Περὶ ζωγραφίας· πέμπτος νεώτερος, ἄδοξος, οὗ μνημονεύει Διονύσιος ἐν Κριτικοῖς.

1.1.39

δʼ οὖν σοφὸς ἐτελεύτησεν ἀγῶνα θεώμενος γυμνικὸν ὑπό τε καύματος καὶ δίψους καὶ ἀσθενείας, ἤδη γηραιός. καὶ αὐτοῦ ἐπιγέγραπται τῷ μνήματι·

ὀλίγον τόδε σᾶμα -τὸ δὲ κλέος οὐρανόμακες -τῶ πολυφροντίστω τοῦτο Θάλητος ὅρη.

ἔστι καὶ παρʼ ἡμῖν ἐς αὐτὸν ἐν τῷ πρώτῳ τῶν Ἐπιγραμμάτων Παμμέτρῳ τόδε τὸ ἐπίγραμμα·

γυμνικὸν αὖ ποτʼ ἀγῶνα θεώμενον, ἠέλιε Ζεῦ, τὸν σοφὸν ἄνδρα Θαλῆν ἥρπασας ἐκ σταδίου.

αἰνέω ὅττι μιν ἐγγὺς ἀπήγαγες· γὰρ πρέσβυς οὐκέθʼ ὁρᾶν ἀπὸ γῆς ἀστέρας ἠδύνατο.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 1.1.35 Diog. Laert. 1.1.38 (English) >>Diog. Laert. 1.1.41

Powered by PhiloLogic