Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 1.11.117 Diog. Laert. 1.11.119 (English) >>Diog. Laert. 1.11.122

1.11.118 μὲν <οὖν> ἀπήγγειλεν· οἱ δὲ μετὰ μίαν ἐπελθόντες κρατοῦσι τῶν Μαγνήτων, καὶ τόν τε Φερεκύδην μεταλλάξαντα θάπτουσιν αὐτόθι καὶ μεγαλοπρεπῶς τιμῶσιν. ἔνιοι δέ φασιν ἐλθόντα εἰς Δελφοὺς ἀπὸ τοῦ Κωρυκίου ὄρους αὑτὸν δισκῆσαι. Ἀριστόξενος δʼ ἐν τῷ Περὶ Πυθαγόρου καὶ τῶν γνωρίμων αὐτοῦ φησι νοσήσαντα αὐτὸν ὑπὸ Πυθαγόρου ταφῆναι ἐν Δήλῳ. οἱ δὲ φθειριάσαντα τὸν βίον τελευτῆσαι· ὅτε καὶ Πυθαγόρου παραγενομένου καὶ πυνθανομένου, πῶς διακέοιτο, διαβαλόντα τῆς θύρας τὸν δάκτυλον εἰπεῖν, χροῒ δῆλα· καὶ τοὐντεῦθεν παρὰ τοῖς φιλολόγοις λέξις ἐπὶ τῶν χειρόνων τάττεται, οἱ δʼ ἐπὶ τῶν βελτίστων χρώμενοι διαμαρτάνουσιν. 1.11.119 ἔλεγέ τε ὅτι οἱ θεοὶ τὴν τράπεζαν θυωρὸν καλοῦσιν.

Ἄνδρων δʼ Ἐφέσιός φησι δύο γεγονέναι Φερεκύδας Συρίους, τὸν μὲν ἀστρολόγον, τὸν δὲ θεολόγον υἱὸν Βάβυος, καὶ Πυθαγόραν σχολάσαι. Ἐρατοσθένης δʼ ἕνα μόνον, καὶ ἕτερον Ἀθηναῖον, γενεαλόγον.

Σώζεται δὲ τοῦ Συρίου τό τε βιβλίον συνέγραψεν, οὗ ἀρχή· Ζὰς μὲν καὶ Χρόνος ἦσαν ἀεὶ καὶ Χθονίη· Χθονίῃ δὲ ὄνομα ἐγένετο Γῆ, ἐπειδὴ αὐτῇ Ζὰς γῆν γέρας διδοῖ. σώζεται δὲ καὶ ἡλιοτροπεῖον ἐν Σύρῳ τῇ νήσῳ.

Φησὶ δὲ Δοῦρις ἐν τῷ δευτέρῳ τῶν Ὡρῶν ἐπιγεγράφθαι αὐτῷ τὸ ἐπίγραμμα τόδε·

1.11.120

τῆς σοφίης πάσης ἐν ἐμοὶ τέλος· ἢν δέ τι πλεῖον,

Πυθαγόρῃ τὠμῷ λέγε ταῦθʼ, ὅτι πρῶτος ἁπάντων

ἔστιν ἀνʼ Ἑλλάδα γῆν· οὐ ψεύδομαι ὧδʼ ἀγορεύων.

Ἴων δʼ Χῖός φησιν περὶ αὐτοῦ. ὣς μὲν ἠνορέῃ τε κεκασμένος ἠδὲ καὶ αἰδοῖ

καὶ φθίμενος ψυχῇ τερπνὸν ἔχει βίοτον,

εἴπερ Πυθαγόρης ἐτύμως σοφὸς περὶ πάντων

ἀνθρώπων γνώμας ᾔδεε κἀξέμαθεν.

Ἔστι καὶ ἡμῶν οὕτως ἔχον τῷ μέτρῳ τῷ Φερεκρατείῳ·

τὸν κλεινὸν Φερεκύδην,

ὃν τίκτει ποτὲ Σῦρος,



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 1.11.117 Diog. Laert. 1.11.119 (English) >>Diog. Laert. 1.11.122

Powered by PhiloLogic