1.1.44 σὺ μέντοι χωροφιλέων ὀλίγα φοιτέεις ἐς Ἰωνίην, οὐδέ σε ποθὴ ἴσχει ἀνδρῶν ξείνων· ἀλλά, ὡς ἔλπομαι, ἑνὶ μούνῳ χρήματι πρόσκεαι τῇ γραφῇ. ἡμέες δὲ οἱ μηδὲν γράφοντες περιχωρέομεν τήν τε Ἑλλάδα καὶ Ἀσίην. Θαλῆς Σόλωνι
Ὑπαποστὰς ἐξ Ἀθηνέων δοκέεις ἄν μοι ἁρμοδιώτατα ἐν Μιλήτῳ οἶκον ποιέεσθαι παρὰ τοῖς ἀποίκοις ὑμέων· καὶ γὰρ ἐνθαῦτά τοι δεινὸν οὐδέν. εἰ δὲ ἀσχαλήσεις ὅτι καὶ Μιλήσιοι τυραννεόμεθα - ἐχθαίρεις γὰρ πάντας αἰσυμνήτας - ἀλλὰ τέρποιʼ ἂν σὺν τοῖς ἑτάροις ἡμῖν καταβιούς. ἐπέστειλε δέ τοι καὶ Βίης ἥκειν ἐς Πριήνην· σὺ δὲ εἰ προσηνέστερόν τοι τὸ Πριηνέων ἄστυ, κεῖθι οἰκέειν, καὶ αὐτοὶ παρὰ σὲ οἰκήσομεν.
1.2 Κεφ. βʹ. ΣΟΛΩΝ
1.2.45
Σόλων Ἐξηκεστίδου Σαλαμίνιος πρῶτον μὲν τὴν σεισάχθειαν εἰσηγήσατο Ἀθηναίοις· τὸ δὲ ἦν λύτρωσις σωμάτων τε καὶ κτημάτων. καὶ γὰρ ἐπὶ σώμασιν ἐδανείζοντο καὶ πολλοὶ διʼ ἀπορίαν ἐθήτευον. ἑπτὰ δὴ ταλάντων ὀφειλομένων αὐτῷ πατρῴων συνεχώρησε πρῶτος καὶ τοὺς λοιποὺς τὸ ὅμοιον προὔτρεψε πρᾶξαι. καὶ οὗτος ὁ νόμος ἐκλήθη σεισάχθεια· φανερὸν δὲ διὰ τί.
Ἔπειτα τοὺς λοιποὺς νόμους ἔθηκεν, οὓς μακρὸν ἂν εἴη διεξιέναι, καὶ ἐς τοὺς ἄξονας κατέθετο.
1.2.46
Τὸ δὲ μέγιστον, τῆς πατρίδος αὐτοῦ Σαλαμῖνος ἀμφισβητουμένης ὑπό τε Ἀθηναίων καὶ Μεγαρέων καὶ πολλάκις τῶν Ἀθηναίων ἐπταικότων ἐν τοῖς πολέμοις καὶ ψηφισαμένων εἴ τις ἔτι συμβουλεύσοι περὶ Σαλαμῖνος μάχεσθαι, θανάτῳ ζημιοῦσθαι, οὗτος μαίνεσθαι προσποιησάμενος καὶ στεφανωσάμενος εἰσέπαισεν εἰς τὴν ἀγοράν· ἔνθα τοῖς Ἀθηναίοις ἀνέγνω διὰ κήρυκος τὰ συντείνοντα περὶ Σαλαμῖνος ἐλεγεῖα καὶ παρώρμησεν αὐτούς. καὶ αὖθις πρὸς τοὺς Μεγαρέας ἐπολέμησαν καὶ ἐνίκων διὰ Σόλωνα.