Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 1.2.57 Diog. Laert. 1.2.60 (English) >>Diog. Laert. 1.2.63

1.2.59 ἔλεγε δὲ τοὺς παρὰ τοῖς τυράννοις δυναμένους παραπλησίους εἶναι ταῖς ψήφοις ταῖς ἐπὶ τῶν λογισμῶν. καὶ γὰρ ἐκείνων ἑκάστην ποτὲ μὲν πλείω σημαίνειν, ποτὲ δὲ ἥττω· καὶ τούτων τοὺς τυράννους ποτὲ μὲν ἕκαστον μέγαν ἄγειν καὶ λαμπρόν, ποτὲ δὲ ἄτιμον. ἐρωτηθεὶς διὰ τί κατὰ πατροκτόνου νόμον οὐκ ἔθηκε, διὰ τὸ ἀπελπίσαι, ἔφη. πῶς τε ἥκιστʼ ἂν ἀδικοῖεν οἱ ἄνθρωποι, εἰ ὁμοίως, ἔφη, ἄχθοιντο τοῖς ἀδικουμένοις οἱ μὴ ἀδικούμενοι. καὶ τὸν μὲν κόρον ὑπὸ τοῦ πλούτου γεννᾶσθαι, τὴν δὲ ὕβριν ὑπὸ τοῦ κόρου. ἠξίωσέ τε Ἀθηναίους τὰς ἡμέρας κατὰ σελήνην ἄγειν. καὶ Θέσπιν ἐκώλυσε τραγῳδίας διδάσκειν, ὡς ἀνωφελῆ τὴν ψευδολογίαν. ὅτʼ οὖν 1.2.60 Πεισίστρατος ἑαυτὸν κατέτρωσεν, ἐκεῖθεν ἔφη ταῦτα φῦναι. τοῖς τε ἀνθρώποις συνεβούλευσεν, ὥς φησιν Ἀπολλόδωρος ἐν τῷ Περὶ τῶν φιλοσόφων αἱρέσεων, τάδε· καλοκἀγαθίαν ὅρκου πιστοτέραν ἔχε. μὴ ψεύδου. τὰ σπουδαῖα μελέτα. φίλους μὴ ταχὺ κτῶ· οὓς δʼ ἂν κτήσῃ μὴ ἀποδοκίμαζε. ἄρχε πρῶτον μαθὼν ἄρχεσθαι. συμβούλευε μὴ τὰ ἥδιστα, ἀλλὰ τὰ ἄριστα. νοῦν ἡγεμόνα ποιοῦ. μὴ κακοῖς ὁμίλει. θεοὺς τίμα, γονέας αἰδοῦ. φασὶ δʼ αὐτὸν καὶ Μιμνέρμου γράψαντος,

αἲ γὰρ ἄτερ νούσων τε καὶ ἀργαλέων μελεδωνέων

ἑξηκονταέτη μοῖρα κίχοι θανάτου,

1.2.61

ἐπιτιμῶντα αὐτῷ εἰπεῖν·

ἀλλʼ εἴ μοι κἂν νῦν ἔτι πείσεαι, ἔξελε τοῦτον·

μηδὲ μέγαιρʼ ὅτι σεῦ λῷον ἐπεφρασάμην·

καὶ μεταποίησον, Λιγυαστάδη, ὧδε δʼ ἄειδε·

ὀγδωκονταέτη μοῖρα κίχοι θανάτου.

Τῶν δὲ ᾀδομένων αὐτοῦ ἐστι τάδε·

πεφυλαγμένος ἄνδρα ἕκαστον, ὅρα

μὴ κρυπτὸν ἔχθος ἔχων κραδίῃ, φαιδρῷ προσενέπῃ προσώπῳ,

γλῶσσα δέ οἱ διχόμυθος

ἐκ μελανῆς φρενὸς γεγωνῇ.

Γέγραφε δὲ δῆλον μὲν ὅτι τοὺς νόμους, καὶ δημηγορίας καὶ εἰς ἑαυτὸν ὑποθήκας, ἐλεγεῖα, καὶ τὰ περὶ Σαλαμῖνος καὶ τῆς Ἀθηναίων πολιτείας ἔπη πεντακισχίλια, καὶ ἰάμβους καὶ ἐπῳδούς.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 1.2.57 Diog. Laert. 1.2.60 (English) >>Diog. Laert. 1.2.63

Powered by PhiloLogic