Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 1.2.60 Diog. Laert. 1.2.63 (English) >>Diog. Laert. 1.2.65

1.2.62

Ἐπὶ δὲ τῆς εἰκόνος αὐτοῦ ἐπιγέγραπται τάδε·

Μήδων ἄδικον παύσασʼ ὕβριν, ἥδε Σόλωνα

τόνδε τεκνοῖ Σαλαμὶς θεσμοθέτην ἱερόν.

Ἤκμαζε μὲν οὖν περὶ τὴν τεσσαρακοστὴν ἕκτην Ὀλυμπιάδα, ἧς τῷ τρίτῳ ἔτει ἦρξεν Ἀθήνησι, καθά φησι Σωσικράτης· ὅτε καὶ τίθησι τοὺς νόμους. ἐτελεύτησε δʼ ἐν Κύπρῳ βιοὺς ἔτη ὀγδοήκοντα, τοῦτον ἐπισκήψας τοῖς ἰδίοις τὸν τρόπον, ἀποκομίσαι αὐτοῦ τὰ ὀστᾶ εἰς Σαλαμῖνα καὶ τεφρώσαντας εἰς τὴν χώραν σπεῖραι. ὅθεν καὶ Κρατῖνος ἐν τοῖς Χείρωσί φησιν, αὐτὸν ποιῶν λέγοντα·

οἰκῶ δὲ νῆσον, ὡς μὲν ἀνθρώπων λόγος,

ἐσπαρμένος κατὰ πᾶσαν Αἴαντος πόλιν.

1.2.63

Ἔστι δὲ καὶ ἡμέτερον ἐπίγραμμα ἐν τῇ προειρημένῃ Παμμέτρῳ, ἔνθα καὶ περὶ πάντων τῶν τελευτησάντων ἐλλογίμων διείλεγμαι παντὶ μέτρῳ καὶ ῥυθμῷ, ἐπιγράμμασι καὶ μέλεσιν, ἔχον οὕτως·

σῶμα μὲν ἦρε Σόλωνος ἐν ἀλλοδαπῇ Κύπριον πῦρ·

ὀστέʼ ἔχει Σαλαμίς, ὧν κόνις ἀστάχυες.

ψυχὴν δʼ ἄξονες εὐθὺς ἐς οὐρανὸν ἤγαγον· εὖ γὰρ

θῆκε νόμους ἀστοῖς ἄχθεα κουφότατα. Ἀπεφθέγξατο δέ, φασί, Μηδὲν ἄγαν. καὶ αὐτόν φησι Διοσκουρίδης ἐν τοῖς Ἀπομνημονεύμασιν, ἐπειδὴ δακρύοι τὸν παῖδα τελευτήσαντα, ὃν ἡμεῖς οὐ παρειλήφαμεν, πρὸς τὸν εἰπόντα, ἀλλʼ οὐδὲν ἀνύτεις, εἰπεῖν, διʼ αὐτὸ δὲ τοῦτο δακρύω, ὅτι οὐδὲν ἀνύτω.

Φέρονται δὲ αὐτοῦ καὶ ἐπιστολαὶ αἵδε·

Σόλων Περιάνδρῳ



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 1.2.60 Diog. Laert. 1.2.63 (English) >>Diog. Laert. 1.2.65

Powered by PhiloLogic