1.2.65
Οὐδʼ οἱ ἐμοὶ ἀμείνους εἰσὶ καὶ ὅσα ἐγὼ ἐνομοθέτησα. οἱ δʼ ἐπιτρέποντες τὸ ξυνὸν ἔβλαπτον, οἳ οὐκ ἐγένοντο ἐμποδὼν Πεισιστράτῳ ἐπιθέσθαι τυραννίδι. οὐδʼ ἐγὼ προλέγων πιστὸς ἦν. ἐκεῖνος δὲ πιστότερος κολακεύων Ἀθηναίους ἐμοῦ ἀληθεύοντος. ἐγὼ δὴ θέμενος πρὸ τοῦ στρατηγείου τὰ ὅπλα εἶπον τῶν μὲν μὴ αἰσθανομένων Πεισίστρατον τυραννησείοντα εἶναι ξυνετώτερος, τῶν δὲ ὀκνούντων ἀμύνεσθαι ἀλκιμώτερος. οἱ δὲ μανίαν Σόλωνος κατεγίγνωσκον. τελευτῶν δὲ ἐμαρτυράμην, ὦ πατρίς, οὗτος μὲν Σόλων ἕτοιμός τοι καὶ λόγῳ καὶ ἔργῳ ἀμύνειν· τοῖς δʼ αὖ καὶ μαίνεσθαι δοκῶ. ὥστε ἄπειμί τοι ἐκ μέσου ὁ μόνος ἐχθρὸς Πεισιστράτου· οἱ δὲ καὶ δορυφορούντων αὐτόν εἴ τι βούλονται. ἴσθι γὰρ τὸν ἄνδρα, ὦ ἑταῖρε, δεινότατα ἁψάμενον τῆς τυραννίδος.
1.2.66 ἤρξατο μὲν δημαγωγεῖν· εἶτα δὲ ἑαυτῷ τραύματα ποιήσας, παρελθὼν ἐφʼ ἡλιαίαν ἐβόα φάμενος πεπονθέναι ταῦτα ὑπὸ τῶν ἐχθρῶν· καὶ φύλακας ἠξίου παρασχεῖν οἱ τετρακοσίους τοὺς νεωτάτους. οἱ δὲ ἀνηκουστήσαντές μου παρέσχον τοὺς ἄνδρας. οὗτοι δὲ ἦσαν κορυνηφόροι. καὶ μετὰ τοῦτο τὸν δῆμον κατέλυσεν. ἦ μάτην ἔσπευδον ἀπαλλάξαι τοὺς πένητας αὐτῶν τῆς θητείας, οἵ γε δὴ νῦν ξύμπαντες ἑνὶ δουλεύουσι Πεισιστράτῳ.
Σόλων Πεισιστράτῳ
Πιστεύω μηδὲν κακὸν ἐκ σοῦ πείσεσθαι. καὶ γὰρ πρὸ τῆς τυραννίδος φίλος σοὶ ἦν, καὶ νῦν οὐ μᾶλλον διάφορος ἢ τῶν ἄλλων τις Ἀθηναίων ὅτῳ μὴ ἀρέσκει τυραννίς. εἴτε δὲ ὑφʼ ἑνὸς ἄρχεσθαι ἄμεινον αὐτοῖς, εἴτε δημοκρατεῖσθαι, πεπείσθω ᾗ ἑκάτερος γιγνώσκει.