Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 1.4.75 Diog. Laert. 1.4.77 (English) >>Diog. Laert. 1.4.80

1.4.76

Παμφίλη δέ φησιν ἐν τῷ δευτέρῳ τῶν Ὑπομνημάτων, ὡς τὸν υἱὸν αὐτοῦ Τυρραῖον καθήμενον ἐπὶ κουρείου ἐν Κύμῃ χαλκεύς τις πέλεκυν ἐμβαλὼν ἀνέλοι. τῶν δὲ Κυμαίων πεμψάντων τὸν φονέα τῷ Πιττακῷ, μαθόντα καὶ ἀπολύσαντα εἰπεῖν, συγγνώμη μετανοίας κρείσσων. Ἡράκλειτος δέ φησιν, Ἀλκαῖον ὑποχείριον λαβόντα καὶ ἀπολύσαντα φάναι, συγγνώμη τιμωρίας κρείσσων.

Νόμους δὲ ἔθηκε· τῷ μεθύοντι, ἐὰν ἁμάρτῃ, διπλῆν εἶναι τὴν ζημίαν· ἵνα μὴ μεθύωσι, πολλοῦ κατὰ τὴν νῆσον οἴνου γινομένου. εἶπέ τε χαλεπὸν ἐσθλὸν ἔμμεναι· οὗ καὶ Σιμωνίδης μέμνηται λέγων· ἄνδρʼ ἀγαθὸν ἀλαθέως γενέσθαι χαλεπόν, τὸ Πιττάκειον. 1.4.77 μέμνηται αὐτοῦ καὶ Πλάτων ἐν Πρωταγόρᾳ· ἀνάγκᾳ δʼ οὐδὲ θεοὶ μάχονται. καὶ ἀρχὴ ἄνδρα δείκνυσιν. ἐρωτηθεὶς δέ ποτε τί ἄριστον, τὸ παρὸν εὖ ποιεῖν. καὶ ὑπὸ Κροίσου τίς ἀρχὴ μεγίστη, τοῦ ποικίλου, ἔφη, ξύλου, σημαίνων τὸν νόμον. ἔλεγε δὲ καὶ τὰς νίκας ἄνευ αἵματος ποιεῖσθαι. ἔφη δὲ καὶ πρὸς τὸν Φωκαϊκὸν φάσκοντα δεῖν ζητεῖν ἄνθρωπον σπουδαῖον, ἂν λίαν, ἔφη, ζητῇς, οὐχ εὑρήσεις. καὶ πρὸς τοὺς πυνθανομένους τί εὐχάριστον, χρόνος, ἔφη· ἀφανές, τὸ μέλλον· πιστόν, γῆ· ἄπιστον, θάλασσα. ἔλεγέ τε συνετῶν ἀνδρῶν, πρὶν γενέσθαι τὰ δυσχερῆ, προνοῆσαι ὅπως μὴ γένηται· 1.4.78 ἀνδρείων δέ, γενόμενα εὖ θέσθαι. μέλλεις πράττειν, μὴ πρόλεγε· ἀποτυχὼν γὰρ γελασθήσῃ. ἀτυχίαν μὴ ὀνειδίζειν, νέμεσιν αἰδούμενον. παρακαταθήκην λαβόντα ἀποδοῦναι. φίλον μὴ λέγειν κακῶς, ἀλλὰ μηδὲ ἐχθρόν. εὐσέβειαν ἀσκεῖν. σωφροσύνην φιλεῖν. ἀλήθειαν ἔχειν, πίστιν, ἐμπειρίαν, ἐπιδεξιότητα, ἑταιρίαν, ἐπιμέλειαν. Τῶν δὲ ᾀδομένων αὐτοῦ μάλιστα εὐδοκίμησε τάδε·

ἔχοντα χρὴ τόξα καὶ ἰοδόκον φαρέτρην

στείχειν ποτὶ φῶτα κακόν.

πιστὸν γὰρ οὐδὲν γλῶσσα διὰ στόματος

λαλεῖ διχόθυμον ἔχουσα

κραδίῃ νόημα.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 1.4.75 Diog. Laert. 1.4.77 (English) >>Diog. Laert. 1.4.80

Powered by PhiloLogic