Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 1.4.78 Diog. Laert. 1.4.81 (English) >>Diog. Laert. 1.5.82

1.4.80

ξεῖνος Ἀταρνείτης τις ἀνήρετο Πιττακὸν οὕτω τὸν Μυτιληναῖον, παῖδα τὸν Ὑρραδίου·

ἄττα γέρον, δοιός με καλεῖ γάμος· μία μὲν δὴ νύμφη καὶ πλούτῳ καὶ γενεῇ κατʼ ἐμέ·

δʼ ἑτέρη προβέβηκε. τί λώϊον; εἰ δʼ ἄγε σύν μοι βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω. εἶπεν· δὲ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας, ἤνιδε, κεῖνοί σοι πᾶν ἐρέουσιν ἔπος.

οἱ δʼ ἄρʼ ὑπὸ πληγῇσι θοὰς βέμβικας ἔχοντες ἔστρεφον εὐρείῃ παῖδες ἐνὶ τριόδῳ.

κείνων ἔρχεο, φησί, μετʼ ἴχνια. χὠ μὲν ἐπέστη πλησίον· οἱ δʼ ἔλεγον· τὴν κατὰ σαυτὸν ἔλα.

ταῦτʼ ἀΐων ξεῖνος ἐφείσατο μείζονος οἴκου δράξασθαι, παίδων κληδόνα note συνθέμενος.

τὴν δʼ ὀλίγην ὡς κεῖνος ἐς οἰκίον ἤγετο νύμφην. οὕτω καὶ σύ, Δίων, τὴν κατὰ σαυτὸν ἔλα.

1.4.81

δοκεῖ δʼ ἐκ διαθέσεως αὐτὰ εἰρηκέναι. εὐγενεστέρα γὰρ αὐτῷ οὖσα γυνή, ἐπειδήπερ ἦν Δράκοντος ἀδελφὴ τοῦ Πενθίλου, σφόδρα κατεσοβαρεύετο αὐτοῦ.

Τοῦτον Ἀλκαῖος σαράποδα μὲν καὶ σάραπον ἀποκαλεῖ διὰ τὸ πλατύπουν εἶναι καὶ ἐπισύρειν τὼ πόδε· χειροπόδην δὲ διὰ τὰς ἐν τοῖς ποσὶ ῥαγάδας, ἃς χειράδας ἐκάλουν· γαύρηκα δὲ ὡς εἰκῆ γαυριῶντα· φύσκωνα δὲ καὶ γάστρωνα ὅτι παχὺς ἦν· ἀλλὰ μὴν καὶ ζοφοδορπίδαν ὡς ἄλυχνον· ἀγάσυρτον δὲ ὡς ἐπισεσυρμένον καὶ ῥυπαρόν. τούτῳ γυμνασία ἦν σῖτον ἀλεῖν, ὥς φησι Κλέαρχος φιλόσοφος.

Καὶ αὐτοῦ ἐστιν ἐπιστόλιον τοιόνδε·

Πιττακὸς Κροίσῳ

Κέλεαί με ἱκνέεσθαι ἐς Λυδίην, ὅπως σοι τὸν ὄλβον ἴδοιμι· ἐγὼ δὲ καὶ μὴ ὁρεὶς πέπεισμαι τὸν Ἀλυάττεω παῖδα τῶν βασιλήων πολυχρυσότατον πέλειν. οὐδέν τε πλέον ἄμμιν ἱκομένοις ἐς Σάρδις· χρυσοῦ γὰρ οὐ δεύμεθα, ἀλλὰ πέπαμαι ἄρκια καὶ τοῖς ἐμοῖς ἑτάροις, ἔμπας δʼ ἵξομαι, ὡς ἀνδρὶ ξείνῳ γενοίμην τοι συνόμιλος.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 1.4.78 Diog. Laert. 1.4.81 (English) >>Diog. Laert. 1.5.82

Powered by PhiloLogic