Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 1.5.83 Diog. Laert. 1.5.85 (English) >>Diog. Laert. 1.5.88

1.5.84 λέγεται δὲ καὶ δίκας δεινότατος γεγονέναι εἰπεῖν. ἐπʼ ἀγαθῷ μέντοι τῇ τῶν λόγων ἰσχύϊ προσεχρῆτο. ὅθεν καὶ Δημόδικος Λέριος τοῦτο αἰνίττεται λέγων·

ἢν τύχῃς κρίνων δικάζευ τὴν Πριηνίην δίκην·

καὶ Ἱππῶναξ· καὶ δικάζεσθαι Βίαντος τοῦ Πριηνέως κρεῖσσον.

Τοῦτον οὖν καὶ ἐτελεύτα τὸν τρόπον. δίκην γὰρ ὑπέρ τινος λέξας ἤδη ὑπέργηρως ὑπάρχων, μετὰ τὸ καταπαῦσαι τὸν λόγον ἀπέκλινε τὴν κεφαλὴν εἰς τοὺς τοῦ τῆς θυγατρὸς υἱοῦ κόλπους· εἰπόντος δὲ καὶ τοῦ ἐξ ἐναντίας καὶ τῶν δικαστῶν τὴν ψῆφον ἐνεγκόντων τῷ ὑπὸ τοῦ Βίαντος βοηθουμένῳ, λυθέντος τοῦ δικαστηρίου νεκρὸς ἐν τοῖς κόλποις εὑρέθη. 1.5.85 καὶ αὐτὸν μεγαλοπρεπῶς ἔθαψεν πόλις, καὶ ἐπέγραψαν·

κλεινοῖς ἐν δαπέδοισι Πριήνης φύντα καλύπτει

ἥδε Βίαντα πέτρη, κόσμον Ἴωσι μέγαν.

ἀλλὰ καὶ ἡμεῖς·

τῇδε Βίαντα κέκευθα, τὸν ἀτρέμας ἤγαγεν Ἑρμῆς

εἰς Ἀΐδην, πολιῷ γήραϊ νιφόμενον.

εἶπε γάρ, εἶπε δίκην ἑτάρου τινός· εἶτʼ ἀποκλινθεὶς

παιδὸς ἐς ἀγκαλίδας μακρὸν ἔτεινεν ὕπνον. Ἐποίησε δὲ περὶ Ἰωνίας, τίνα μάλιστα ἂν τρόπον εὐδαιμονοίη, εἰς ἔπη δισχίλια. τῶν δὲ ᾀδομένων αὐτοῦ εὐδοκίμησε τάδε·

ἀστοῖσιν ἄρεσκε πᾶσιν. ἐν πόλει αἴκε μένῃς·

πλείσταν γὰρ ἔχει χάριν· αὐθάδης δὲ τρόπος πολλάκι βλαβερὰν ἐξέλαμψεν ἄταν.

1.5.86

καὶ τὸ μὲν ἰσχυρὸν γενέσθαι τῆς φύσεως ἔργον· τὸ δὲ λέγειν δύνασθαι τὰ συμφέροντα τῇ πατρίδι ψυχῆς ἴδιον καὶ φρονήσεως. εὐπορίαν δὲ χρημάτων πολλοῖς καὶ διὰ τύχην περιγίνεσθαι. ἔλεγε δὲ ἀτυχῆ εἶναι τὸν ἀτυχίαν μὴ φέροντα· καὶ νόσον ψυχῆς τὸ τῶν ἀδυνάτων ἐρᾶν, ἀλλοτρίων δὲ κακῶν ἀμνημόνευτον εἶναι. ἐρωτηθεὶς τί δυσχερές, τὴν ἐπὶ τὸ χεῖρον, ἔφη, μεταβολὴν εὐγενῶς ἐνεγκεῖν. συμπλέων ποτὲ ἀσεβέσι, χειμαζομένης τῆς νεὼς κἀκείνων τοὺς θεοὺς ἐπικαλουμένων, σιγᾶτε, ἔφη, μὴ αἴσθωνται ὑμᾶς ἐνθάδε πλέοντας. ἐρωτηθεὶς ὑπὸ ἀσεβοῦς ἀνθρώπου τί ποτέ ἐστιν εὐσέβεια, ἐσίγα. τοῦ δὲ τὴν αἰτίαν τῆς σιγῆς πυθομένου, σιωπῶ, ἔφη, ὅτι περὶ τῶν οὐδέν σοι προσηκόντων πυνθάνῃ.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 1.5.83 Diog. Laert. 1.5.85 (English) >>Diog. Laert. 1.5.88

Powered by PhiloLogic