Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 1.6.89 Diog. Laert. 1.6.92 (English) >>Diog. Laert. 1.7.94

1.6.91

εἷς πατήρ, παῖδες δυοκαίδεκα. τῶν δὲ ἑκάστῳ παῖδες δὶς τριάκοντα διάνδιχα εἶδος ἔχουσαι· αἱ μὲν λευκαὶ ἔασιν ἰδεῖν, αἱ δʼ αὖτε μέλαιναι· ἀθάνατοι δέ τʼ ἐοῦσαι, ἀποφθινύθουσιν ἅπασαι.

ἔστι δὲ ἐνιαυτός. Τῶν δὲ ᾀδομένων αὐτοῦ εὐδοκίμησε τάδε· Ἀμουσία τὸ πλέον μέρος ἐν βροτοῖσι, λόγων τε πλῆθος· ἀλλʼ καιρὸς ἀρκέσει. φρόνει τι κεδνόν. μὴ μάταιος ἄχαρις γινέσθω. ἔφη δὲ δεῖν συνοικίζειν τὰς θυγατέρας, παρθένους μὲν τὴν ἡλικίαν, τὸ δὲ φρονεῖν γυναῖκας· ὑποδεικνὺς ὅτι δεῖ παιδεύεσθαι καὶ τὰς παρθένους. ἔλεγέ τε τὸν φίλον δεῖν εὐεργετεῖν, ὅπως μᾶλλον φίλος· τὸν δὲ ἐχθρὸν φίλον ποιεῖν. φυλάσσεσθαι γὰρ τῶν μὲν φίλων 1.6.92 τὸν ψόγον, τῶν δὲ ἐχθρῶν τὴν ἐπιβουλήν. καὶ ὅταν τις ἐξίῃ τῆς οἰκίας, ζητείτω πρότερον τί μέλλει πράσσειν· καὶ ὅταν εἰσέλθῃ πάλιν, ζητείτω τί ἔπραξε. συνεβούλευέ τε εὖ τὸ σῶμα ἀσκεῖν· φιλήκοον εἶναι μᾶλλον φιλόλαλον· φιλομαθῆ μᾶλλον ἀμαθῆ· γλῶσσαν εὔφημον ἴσχειν· ἀρετῆς οἰκεῖον εἶναι, κακίας ἀλλότριον· ἀδικίαν φεύγειν· πόλει τὰ βέλτιστα συμβουλεύειν· ἡδονῆς κρατεῖν· βίᾳ μηδὲν πράττειν· τέκνα παιδεύειν· ἐχθρὰν διαλύειν. γυναικὶ μὴ φιλοφρονεῖσθαι, μηδὲ μάχεσθαι, ἀλλοτρίων παρόντων· τὸ μὲν γὰρ ἄνοιαν, τὸ δὲ μανίαν σημαίνειν. οἰκέτην παρʼ οἶνον μὴ κολάζειν, δοκεῖν γὰρ ἂν παροινεῖν. γαμεῖν ἐκ τῶν ὁμοίων· ἂν γὰρ ἐκ τῶν κρειττόνων λάβῃς, φησί,



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 1.6.89 Diog. Laert. 1.6.92 (English) >>Diog. Laert. 1.7.94

Powered by PhiloLogic