Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 1.7.94 Diog. Laert. 1.7.96 (English) >>Diog. Laert. 1.7.98

1.7.95 ἐν γήρᾳ καθεστὼς μετεπέμπετο αὐτὸν ὅπως παραλάβοι τὴν τυραννίδα· ὃν φθάσαντες οἱ Κερκυραῖοι διεχρήσαντο. ὅθεν ὀργισθεὶς ἔπεμψε τοὺς παῖδας αὐτῶν πρὸς Ἀλυάττην ἐπʼ ἐκτομῇ· προσσχούσης δὲ τῆς νεὼς Σάμῳ, ἱκετεύσαντες τὴν Ἥραν ὑπὸ τῶν Σαμίων διεσώθησαν.

Καὶ ὃς ἀθυμήσας ἐτελεύτησεν, ἤδη γεγονὼς ἔτη ὀγδοήκοντα. Σωσικράτης δέ φησι πρότερον Κροίσου τελευτῆσαι αὐτὸν ἔτεσι τεσσαράκοντα καὶ ἑνί, πρὸ τῆς τεσσαρακοστῆς ἐνάτης Ὀλυμπιάδος. τοῦτον Ἡρόδοτος ἐν τῇ πρώτῃ ξένον φησὶν εἶναι Θρασυβούλῳ τῷ Μιλησίων τυράννῳ.

1.7.96

Φησὶ δὲ Ἀρίστιππος ἐν πρώτῳ Περὶ παλαιᾶς τρυφῆς περὶ αὐτοῦ τάδε, ὡς ἄρα ἐρασθεῖσα μήτηρ αὐτοῦ Κράτεια συνῆν αὐτῷ λάθρα· καὶ ὃς ἥδετο. φανεροῦ δὲ γενομένου βαρὺς πᾶσιν ἐγένετο διὰ τὸ ἀλγεῖν ἐπὶ τῇ φωρᾷ. ἀλλὰ καὶ Ἔφορος ἱστορεῖ ὡς εὔξαιτο, εἰ νικήσειεν Ὀλύμπια τεθρίππῳ, χρυσοῦν ἀνδριάντα ἀναθεῖναι. νικήσας δὲ καὶ ἀπορῶν χρυσίου, κατά τινα ἑορτὴν ἐπιχώριον κεκοσμημένας ἰδὼν τὰς γυναῖκας πάντα ἀφείλετο τὸν κόσμον, καὶ ἔπεμψε τὸ ἀνάθημα.

Λέγουσι δέ τινες ὡς θελήσας αὐτοῦ τὸν τάφον μὴ γνωσθῆναι, τοιοῦτόν τι ἐμηχανήσατο. δυσὶν ἐκέλευσε νεανίσκοις, δείξας τινὰ ὁδόν, ἐξελθεῖν νύκτωρ, καὶ τὸν ἀπαντήσαντα ἀνελεῖν καὶ θάψαι· ἔπειτα βαδίζειν ἄλλους τε κατὰ τούτων τέτταρας, καὶ ἀνελόντας θάψαι· πάλιν τε κατὰ τούτων πλείονας. καὶ οὕτως αὐτὸς τοῖς πρώτοις ἐντυχὼν ἀνῃρέθη. Κορίνθιοι δὲ ἐπί τι κενοτάφιον ἐπέγραψαν αὐτῷ τόδε·



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 1.7.94 Diog. Laert. 1.7.96 (English) >>Diog. Laert. 1.7.98

Powered by PhiloLogic