Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 1.7.99 Diog. Laert. 1.8.101 (English) >>Diog. Laert. 1.8.103

1.7.100

Ἐμὶν μὲν ἀκούσιον τᾶς δάμαρτος τὸ ἄγος· τὺ δὲ ἑκὼν τῷ παιδί με ἄπο θυμοῦ ποιήσαις ἀδικεῖς. ὦν παῦσον τὰν ἀπήνειαν τῶ παιδός, ἐγὼν τὺ ἀμυνοῦμαι. καὶ γὰρ δὴν καὶ αὐτὸς ποινὰς ἔτισα τὶν τᾷ θυγατρί, συγκατακαύσαις αὐτᾷ τὰ πασᾶν Κορινθιᾶν εἵματα.

Ἔγραψε δὲ αὐτῷ καὶ Θρασύβουλος οὕτω·

Θρασύβουλος Περιάνδρῳ

Τῷ μὲν κήρυκι σεῦ οὐδὲν ὑπεκρινάμην· ἀγαγὼν δὲ αὐτὸν ἐς λήϊον, τοὺς ὑπερφυέας τῶν ἀσταχύων ῥάβδῳ παίων ἀπεθέριζον, ὁμαρτέοντος ἐκείνου. καί σοι ἀναγγελέει εἰ ἐπέροιο, τι μευ ἀκούσειεν ἴδοι. σὺ δὲ ποίει οὕτως, ἤν γʼ ἐθέλῃς καρτύνασθαι τὴν αἰσυμνητίην· τοὺς ἐξόχους τῶν πολιτέων ἐξαίρειν, ἤν τέ τις ἐχθρός τοι φαίνηται, ἤν τε μή. ὕποπτος γὰρ ἀνδρὶ αἰσυμνήτῃ καὶ τῶν τις ἑτάρων.

1.8Κεφ. ηʹ. ΑΝΑΧΑΡΣΙΣ Ο ΣΚΥΘΗΣ 1.8.101

Ἀνάχαρσις Σκύθης Γνούρου μὲν ἦν υἱός, ἀδελφὸς δὲ Καδουΐδα τοῦ Σκυθῶν βασιλέως, μητρὸς δὲ Ἑλληνίδος· διὸ καὶ δίγλωττος ἦν. οὗτος ἐποίησε τῶν τε παρὰ τοῖς Σκύθαις νομίμων καὶ τῶν παρὰ τοῖς Ἕλλησιν, εἰς εὐτέλειαν βίου καὶ τὰ κατὰ τὸν πόλεμον ἔπη ὀκτακόσια. παρέσχε δὲ καὶ ἀφορμὴν παροιμίας διὰ τὸ παρρησιαστὴς εἶναι, τὴν ἀπὸ Σκυθῶν ῥῆσιν.

Λέγει δὲ αὐτὸν Σωσικράτης ἐλθεῖν εἰς Ἀθήνας κατὰ τὴν τεσσαρακοστὴν ἑβδόμην Ὀλυμπιάδα ἐπὶ ἄρχοντος Εὐκράτους. Ἕρμιππος δὲ πρὸς τὴν Σόλωνος οἰκίαν ἀφικόμενον τῶν θεραπόντων τινὶ κελεῦσαι μηνῦσαι ὅτι παρείη, πρὸς αὐτὸν Ἀνάχαρσις, καὶ βούλοιτο αὐτὸν θεάσασθαι, ξένος τε, εἰ οἷόν τε, γενέσθαι.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 1.7.99 Diog. Laert. 1.8.101 (English) >>Diog. Laert. 1.8.103

Powered by PhiloLogic