Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 1.prologue.10 Diog. Laert. 1.prologue.13 (English) >>Diog. Laert. 1.prologue.16

1.prologue.12

Φιλοσοφίαν δὲ πρῶτος ὠνόμασε Πυθαγόρας καὶ ἑαυτὸν φιλόσοφον, ἐν Σικυῶνι διαλεγόμενος Λέοντι τῷ Σικυωνίων τυράννῳ Φλιασίων, καθά φησιν Ἡρακλείδης Ποντικὸς ἐν τῇ Περὶ τῆς ἄπνου· μηδένα γὰρ εἶναι σοφὸν ἄνθρωπον ἀλλʼ θεόν. θᾶττον δὲ ἐκαλεῖτο σοφία, καὶ σοφὸς ταύτην ἐπαγγελλόμενος, ὃς εἴη ἂν κατʼ ἀκρότητα ψυχῆς ἀπηκριβωμένος, φιλόσοφος δὲ σοφίαν ἀσπαζόμενος. οἱ δὲ σοφοὶ καὶ σοφισταὶ ἐκαλοῦντο· καὶ οὐ μόνον, ἀλλὰ καὶ οἱ ποιηταὶ σοφισταί, καθὰ καὶ Κρατῖνος ἐν Ἀρχιλόχοις τοὺς περὶ Ὅμηρον καὶ Ἡσίοδον ἐπαινῶν οὕτως καλεῖ.

1.prologue.13

Σοφοὶ δὲ ἐνομίζοντο οἵδε· Θαλῆς, Σόλων, Περίανδρος, Κλεόβουλος, Χείλων, Βίας, Πιττακός. τούτοις προσαριθμοῦσιν Ἀνάχαρσιν τὸν Σκύθην, Μύσωνα τὸν Χηνέα, Φερεκύδην τὸν Σύριον, Ἐπιμενίδην τὸν Κρῆτα· ἔνιοι δὲ καὶ Πεισίστρατον τὸν τύραννον. καὶ οἱ μὲν σοφοί.

Φιλοσοφίας δὲ δύο γεγόνασιν ἀρχαί, τε ἀπὸ Ἀναξιμάνδρου καὶ ἀπὸ Πυθαγόρου· τοῦ μὲν Θαλοῦ διακηκοότος, Πυθαγόρου δὲ Φερεκύδης καθηγήσατο. καὶ ἐκαλεῖτο μὲν Ἰωνική, ὅτι Θαλῆς Ἴων ὤν, Μιλήσιος γάρ, καθηγήσατο Ἀναξιμάνδρου· δὲ Ἰταλικὴ ἀπὸ Πυθαγόρου, ὅτι τὰ πλεῖστα κατὰ τὴν Ἰταλίαν ἐφιλοσόφησεν. 1.prologue.14 καταλήγει δὲ μὲν εἰς Κλειτόμαχον καὶ Χρύσιππον καὶ Θεόφραστον Ἰωνική· δὲ Ἰταλικὴ εἰς Ἐπίκουρον. Θαλοῦ μὲν γὰρ Ἀναξίμανδρος, οὗ Ἀναξιμένης, οὗ Ἀναξαγόρας, οὗ Ἀρχέλαος, οὗ Σωκράτης τὴν ἠθικὴν εἰσαγαγών· οὗ οἵ τε ἄλλοι Σωκρατικοὶ καὶ Πλάτων τὴν ἀρχαίαν Ἀκαδημείαν συστησάμενος· οὗ Σπεύσιππος καὶ Ξενοκράτης, οὗ Πολέμων, οὗ Κράντωρ καὶ Κράτης, οὗ Ἀρκεσίλαος τὴν μέσην Ἀκαδημείαν εἰσηγησάμενος· οὗ Λακύδης τὴν νέαν Ἀκαδημείαν φιλοσοφήσας· οὗ Καρνεάδης, οὗ Κλειτόμαχος. καὶ ὧδε μὲν εἰς Κλειτόμαχον.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 1.prologue.10 Diog. Laert. 1.prologue.13 (English) >>Diog. Laert. 1.prologue.16

Powered by PhiloLogic