Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 10.1.116 Diog. Laert. 10.1.118 (English) >>Diog. Laert. 10.1.120

10.1.117 ταῦτα αὐτῷ καὶ περὶ τῶν μετεώρων δοκεῖ.

Περὶ δὲ τῶν βιωτικῶν καὶ ὅπως χρὴ τὰ μὲν ἡμᾶς αἱρεῖσθαι, τὰ δʼ ἐκφεύγειν, οὑτωσὶ γράφει. πρότερον δὲ διέλθωμεν τε αὐτῷ δοκεῖ περὶ τοῦ σοφοῦ καὶ τοῖς ἀπʼ αὐτοῦ.

Βλάβας ἐξ ἀνθρώπων διὰ μῖσος διὰ φθόνον διὰ καταφρόνησιν γίνεσθαι, ὧν τὸν σοφὸν λογισμῷ περιγίνεσθαι. ἀλλὰ καὶ τὸν ἅπαξ γενόμενον σοφὸν μηκέτι τὴν ἐναντίαν λαμβάνειν διάθεσιν μηδὲ πλάττειν ἑκόντα· πάθεσι μᾶλλον συσχεθήσεσθαι· οὐκ ἂν ἐμποδίσαι πρὸς τὴν σοφίαν. οὐδὲ μὴν ἐκ πάσης σώματος ἕξεως σοφὸν γενέσθαι ἂν οὐδʼ ἐν παντὶ ἔθνει.

10.1.118

κἂν στρεβλωθῇ δʼ σοφός, εἶναι αὐτὸν εὐδαίμονα, μόνον τε χάριν ἕξειν τὸν σοφόν, καὶ ἐπὶ φίλοις καὶ παροῦσι καὶ ἀποῦσιν ὁμοίως διά τε λόγου note <καὶ διὰ πράξεως>. ὅτε μέντοι στρεβλοῦται, ἔνθα καὶ μύζει καὶ οἰμώζει. γυναικί τʼ οὐ μιγήσεσθαι τὸν σοφὸν οἱ νόμοι ἀπαγορεύουσιν, ὥς φησι Διογένης ἐν τῇ ἐπιτομῇ τῶν Ἐπικούρου ἠθικῶν δογμάτων. οὐδὲ κολάσειν οἰκέτας, ἐλεήσειν μέντοι καὶ συγγνώμην τινὶ ἕξειν τῶν σπουδαίων. ἐρασθήσεσθαι τὸν σοφὸν οὐ δοκεῖ αὐτοῖς· οὐδὲ ταφῆς φροντιεῖν· οὐδὲ θεόπεμπτον εἶναι τὸν ἔρωτα, ὡς Διογένης ἐν τῷ δωδεκάτῳ φησίν. οὐδὲ ῥητορεύσειν καλῶς. συνουσίαν δέ φασιν ὀνῆσαι μὲν οὐδέποτε, ἀγαπητὸν δὲ εἰ μὴ καὶ ἔβλαψε.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 10.1.116 Diog. Laert. 10.1.118 (English) >>Diog. Laert. 10.1.120

Powered by PhiloLogic