Καὶ μηδὲ καὶ γαμήσειν καὶ τεκνοποιήσειν τὸν σοφόν, ὡς Ἐπίκουρος ἐν ταῖς Διαπορίαις καὶ ἐν τοῖς Περὶ φύσεως. κατὰ περίστασιν δέ ποτε βίου γαμήσειν. καὶ διατραπήσεσθαί τινας. οὐδὲ μὴν ληρήσειν ἐν μέθῃ φησὶν ὁ Ἐπίκουρος ἐν τῷ Συμποσίῳ. οὐδὲ πολιτεύσεσθαι, ὡς ἐν τῇ πρώτῃ Περὶ βίων· οὐδὲ τυραννεύσειν· οὐδὲ κυνιεῖν, ὡς ἐν τῇ δευτέρᾳ Περὶ βίων· οὐδὲ πτωχεύσειν. ἀλλὰ καὶ πηρωθέντα note τὰς ὄψεις μὴ ἐξάξειν note αὑτὸν τοῦ βίου,
ὡς ἐν τῇ αὐτῇ φησι. καὶ λυπηθήσεσθαι δὲ τὸν σοφόν, ὡς ὁ Διογένης ἐν τῇ πέμπτῃ τῶν Ἐπιλέκτων· καὶ δικάσεσθαι· καὶ συγγράμματα καταλείψειν· οὐ πανηγυριεῖν δέ· καὶ κτήσεως προνοήσεσθαι καὶ τοῦ μέλλοντος. φιλαγρήσειν. τύχῃ τʼ ἀντιτάξεσθαι, φίλον τε οὐδένα προήσεσθαι. note εὐδοξίας ἐπὶ τοσοῦτον προνοήσεσθαι, ἐφʼ ὅσον μὴ καταφρονήσεσθαι· μᾶλλόν τε εὐφρανθήσεσθαι τῶν ἄλλων ἐν ταῖς θεωρίαις.
Εἰκόνας τε ἀναθήσειν. <εὖ> εἰ ἔχοι, ἀδιαφόρως ἂν σχοίη. μόνον τε τὸν σοφὸν ὀρθῶς ἂν περί τε μουσικῆς καὶ ποιητικῆς διαλέξεσθαι· ποιήματά τε ἐνεργείᾳ οὐκ ἂν ποιῆσαι. οὐ κινεῖσθαί τε ἕτερον ἑτέρου σοφώτερον. χρηματιεῖσθαί τε, ἀλλʼ ἀπὸ μόνης σοφίας, ἀπορήσαντα. καὶ μόναρχον ἐν καιρῷ θεραπεύσειν. καὶ ἐπιχαρήσεσθαί τινι ἐπὶ τῷ διορθώματι· καὶ σχολὴν κατασκευάσειν, ἀλλʼ οὐχ ὥστʼ ὀχλαγωγῆσαι· καὶ ἀναγνώσεσθαι ἐν πλήθει, ἀλλʼ οὐχ ἑκόντα· δογματιεῖν τε καὶ οὐκ ἀπορήσειν· καὶ καθʼ ὕπνους δὲ ὅμοιον ἔσεσθαι, καὶ ὑπὲρ φίλου ποτὲ τεθνήξεσθαι.
Δοκεῖ δʼ αὐτοῖς ἁμαρτήματα ἄνισα εἶναι. καὶ τὴν ὑγίειαν τισὶ μὲν ἀγαθόν, τισὶ δʼ ἀδιάφορον. τὴν δὲ ἀνδρείαν φύσει μὴ γίνεσθαι, λογισμῷ δὲ τοῦ συμφέροντος· καὶ τὴν φιλίαν διὰ τὰς χρείας· δεῖν μέντοι προκατάρχεσθαι καὶ γὰρ τὴν γῆν σπείρομεν, συνίστασθαι δὲ αὐτὴν κατὰ κοινωνίαν τοῖς ταῖς ἡδοναῖς ἐκπεπληρωμ <ένοις>.