Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 10.1.119 Diog. Laert. 10.1.122 (English) >>Diog. Laert. 10.1.124

10.1.120 ὡς ἐν τῇ αὐτῇ φησι. καὶ λυπηθήσεσθαι δὲ τὸν σοφόν, ὡς Διογένης ἐν τῇ πέμπτῃ τῶν Ἐπιλέκτων· καὶ δικάσεσθαι· καὶ συγγράμματα καταλείψειν· οὐ πανηγυριεῖν δέ· καὶ κτήσεως προνοήσεσθαι καὶ τοῦ μέλλοντος. φιλαγρήσειν. τύχῃ τʼ ἀντιτάξεσθαι, φίλον τε οὐδένα προήσεσθαι. note εὐδοξίας ἐπὶ τοσοῦτον προνοήσεσθαι, ἐφʼ ὅσον μὴ καταφρονήσεσθαι· μᾶλλόν τε εὐφρανθήσεσθαι τῶν ἄλλων ἐν ταῖς θεωρίαις.

Εἰκόνας τε ἀναθήσειν. <εὖ> εἰ ἔχοι, ἀδιαφόρως ἂν σχοίη. μόνον τε τὸν σοφὸν ὀρθῶς ἂν περί τε μουσικῆς καὶ ποιητικῆς διαλέξεσθαι· ποιήματά τε ἐνεργείᾳ οὐκ ἂν ποιῆσαι. οὐ κινεῖσθαί τε ἕτερον ἑτέρου σοφώτερον. χρηματιεῖσθαί τε, ἀλλʼ ἀπὸ μόνης σοφίας, ἀπορήσαντα. καὶ μόναρχον ἐν καιρῷ θεραπεύσειν. καὶ ἐπιχαρήσεσθαί τινι ἐπὶ τῷ διορθώματι· καὶ σχολὴν κατασκευάσειν, ἀλλʼ οὐχ ὥστʼ ὀχλαγωγῆσαι· καὶ ἀναγνώσεσθαι ἐν πλήθει, ἀλλʼ οὐχ ἑκόντα· δογματιεῖν τε καὶ οὐκ ἀπορήσειν· καὶ καθʼ ὕπνους δὲ ὅμοιον ἔσεσθαι, καὶ ὑπὲρ φίλου ποτὲ τεθνήξεσθαι.

Δοκεῖ δʼ αὐτοῖς ἁμαρτήματα ἄνισα εἶναι. καὶ τὴν ὑγίειαν τισὶ μὲν ἀγαθόν, τισὶ δʼ ἀδιάφορον. τὴν δὲ ἀνδρείαν φύσει μὴ γίνεσθαι, λογισμῷ δὲ τοῦ συμφέροντος· καὶ τὴν φιλίαν διὰ τὰς χρείας· δεῖν μέντοι προκατάρχεσθαι καὶ γὰρ τὴν γῆν σπείρομεν, συνίστασθαι δὲ αὐτὴν κατὰ κοινωνίαν τοῖς ταῖς ἡδοναῖς ἐκπεπληρωμ <ένοις>.

10.1.121

Τὴν εὐδαιμονίαν διχῆ νοεῖσθαι, τήν τε ἀκροτάτην, οἵα ἐστὶ περὶ τὸν θεόν, ἐπίτασιν οὐκ ἔχουσαν· καὶ τὴν <κατὰ τὴν> προσθήκην καὶ ἀφαίρεσιν ἡδονῶν.

Μετιτέον δʼ ἐπὶ τὴν ἐπιστολήν. Ἐπίκουρος Μενοικεῖ χαίρειν.

10.1.122

Μήτε νέος τις ὢν μελλέτω φιλοσοφεῖν, μήτε γέρων ὑπάρχων κοπιάτω φιλοσοφῶν· οὔτε γὰρ ἄωρος οὐδείς ἐστιν οὔτε πάρωρος πρὸς τὸ κατὰ ψυχὴν ὑγιαῖνον. δὲ λέγων μήπω τοῦ φιλοσοφεῖν ὑπάρχειν παρεληλυθέναι τὴν ὥραν ὅμοιός ἐστι τῷ λέγοντι πρὸς εὐδαιμονίαν μήπω παρεῖναι τὴν ὥραν μηκέτι εἶναι τὴν ὥραν. ὥστε φιλοσοφητέον καὶ νέῳ καὶ γέροντι, τῷ μὲν ὅπως γηράσκων νεάζῃ τοῖς ἀγαθοῖς διὰ τὴν χάριν τῶν γεγονότων, τῷ δʼ ὅπως νέος ἅμα καὶ παλαιὸς διὰ τὴν ἀφοβίαν τῶν μελλόντων. μελετᾶν οὖν χρὴ τὰ ποιοῦντα τὴν εὐδαιμονίαν, εἴ περ παρούσης μὲν αὐτῆς, πάντα ἔχομεν, ἀπούσης δέ, πάντα πράττομεν εἰς τὸ ταύτην ἔχειν.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 10.1.119 Diog. Laert. 10.1.122 (English) >>Diog. Laert. 10.1.124

Powered by PhiloLogic