Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 10.1.22 Diog. Laert. 10.1.25 (English) >>Diog. Laert. 10.1.28

10.1.24

Βιβλία δέ ἐστι τοῦ Μητροδώρου τάδε·

Πρὸς τοὺς ἰατροὺς τρία.

Περὶ αἰσθήσεων.

Πρὸς Τιμοκράτην.

Περὶ μεγαλοψυχίας.

Περὶ τῆς Ἐπικούρου ἀρρωστίας. Πρὸς τοὺς διαλεκτικούς.

Πρὸς τοὺς σοφιστὰς ἐννέα.

Περὶ τῆς ἐπὶ σοφίαν πορείας.

Περὶ τῆς μεταβολῆς.

Περὶ πλούτου.

Πρὸς Δημόκριτον.

Περὶ εὐγενείας.

Ἦν καὶ Πολύαινος Ἀθηνοδώρου Λαμψακηνός, ἐπιεικὴς καὶ φιλικός, ὡς οἱ περὶ Φιλόδημόν φασι. καὶ διαδεξάμενος αὐτὸν Ἕρμαρχος Ἀγεμόρτου Μυτιληναῖος, ἀνὴρ πατρὸς μὲν πένητος, τὰς δʼ ἀρχὰς προσέχων ῥητορικοῖς.

Φέρεται καὶ τούτου βιβλία κάλλιστα τάδε·

10.1.25

Ἐπιστολικὰ περὶ Ἐμπεδοκλέους εἴκοσι καὶ δύο.

Περὶ τῶν μαθημάτων.

Πρὸς Πλάτωνα.

Πρὸς Ἀριστοτέλην.

Ἐτελεύτα δὲ παραλύσει, γενόμενος ἱκανὸς ἀνήρ.

Λεοντεύς τε Λαμψακηνὸς ὁμοίως καὶ τούτου γυνὴ Θεμίστα, πρὸς ἣν καὶ γέγραφεν Ἐπίκουρος· ἔτι τε Κολώτης καὶ Ἰδομενεύς, καὶ αὐτοὶ Λαμψακηνοί. καὶ οὗτοι μὲν ἐλλόγιμοι, ὧν ἦν καὶ Πολύστρατος διαδεξάμενος Ἕρμαρχον· ὃν διεδέξατο Διονύσιος· ὃν Βασιλείδης. καὶ Ἀπολλόδωρος δʼ Κηποτύραννος γέγονεν ἐλλόγιμος, ὃς ὑπὲρ τετρακόσια συνέγραψε βιβλία· δύο τε Πτολεμαῖοι Ἀλεξανδρεῖς, τε μέλας καὶ λευκός. Ζήνων τε Σιδώνιος, ἀκροατὴς Ἀπολλοδώρου, πολυγράφος ἀνήρ· 10.1.26 καὶ Δημήτριος ἐπικληθεὶς Λάκων· Διογένης τε Ταρσεὺς τὰς ἐπιλέκτους σχολὰς συγγράψας· καὶ Ὠρίων καὶ ἄλλοι οὓς οἱ γνήσιοι Ἐπικούρειοι σοφιστὰς ἀποκαλοῦσιν.

Ἦσαν δὲ καὶ ἄλλοι Ἐπίκουροι τρεῖς· τε Λεοντέως υἱὸς καὶ Θεμίστας· ἕτερος Μάγνης· τέταρτος ὁπλομάχος.

Γέγονε δὲ πολυγραφώτατος Ἐπίκουρος, πάντας ὑπερβαλλόμενος πλήθει βιβλίων· κύλινδροι μὲν γὰρ πρὸς τοὺς τριακοσίους εἰσί. γέγραπται δὲ μαρτύριον ἔξωθεν ἐν αὐτοῖς οὐδέν, ἀλλʼ αὐτοῦ εἰσιν Ἐπικούρου φωναί. ἐζήλου δὲ αὐτὸν Χρύσιππος ἐν πολυγραφίᾳ, καθά φησι καὶ Καρνεάδης παράσιτον αὐτὸν τῶν βιβλίων ἀποκαλῶν· εἰ γάρ τι γράψαι Ἐπίκουρος, φιλονεικεῖ τοσοῦτον γράψαι Χρύσιππος.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 10.1.22 Diog. Laert. 10.1.25 (English) >>Diog. Laert. 10.1.28

Powered by PhiloLogic