10.1.28
Ἡγησιάναξ.
Περὶ βίων δʹ.
Περὶ δικαιοπραγίας.
Νεοκλῆς πρὸς Θεμίσταν.
Συμπόσιον.
Εὐρύλοχος πρὸς Μητρόδωρον.
Περὶ τοῦ ὁρᾶν.
Περὶ τῆς ἐν τῇ ἀτόμῳ γωνίας.
Περὶ ἁφῆς.
Περὶ εἱμαρμένης.
Περὶ παθῶν δόξαι πρὸς Τιμοκράτην.
Προγνωστικόν.
Προτρεπτικός.
Περὶ εἰδώλων.
Περὶ φαντασίας.
Ἀριστόβουλος.
Περὶ μουσικῆς.
Περὶ δικαιοσύνης καὶ τῶν ἄλλων ἀρετῶν.
Περὶ δώρων καὶ χάριτος.
Πολυμήδης.
Τιμοκράτης γʹ.
Μητρόδωρος εʹ.
Ἀντίδωρος βʹ.
Περὶ νόσων δόξαι πρὸς Μίθρην. Καλλιστόλας.
Περὶ βασιλείας.
Ἀναξιμένης.
Ἐπιστολαί.
Ἃ δὲ αὐτῷ δοκεῖ ἐν αὐτοῖς, ἐκθέσθαι πειράσομαι τρεῖς ἐπιστολὰς αὐτοῦ παραθέμενος, ἐν αἷς πᾶσαν τὴν ἑαυτοῦ φιλοσοφίαν ἐπιτέτμηται·
10.1.29 θήσομεν δὲ καὶ τὰς Κυρίας αὐτοῦ δόξας καὶ εἴ τι ἔδοξεν ἐκλογῆς ἀξίως ἀνεφθέγχθαι, ὥστε σὲ πανταχόθεν καταμαθεῖν τὸν ἄνδρα κἂν κρίνειν εἰδέναι.
Τὴν μὲν οὖν πρώτην ἐπιστολὴν γράφει πρὸς Ἡρόδοτον <ἥτις ἐστὶ περὶ τῶν φυσικῶν· τὴν δὲ δευτέραν πρὸς Πυθοκλέα>, ἥτις ἐστὶ περὶ μεταρσίων· τὴν τρίτην πρὸς Μενοικέα, ἔστι δʼ ἐν αὐτῇ τὰ περὶ βίων. ἀρκτέον δὴ ἀπὸ τῆς πρώτης, ὀλίγα προειπόντα περὶ τῆς διαιρέσεως τῆς κατʼ αὐτὸν φιλοσοφίας.
Διαιρεῖται τοίνυν εἰς τρία, τό τε κανονικὸν καὶ φυσικὸν καὶ ἠθικόν.
10.1.30 τὸ μὲν οὖν κανονικὸν ἐφόδους ἐπὶ τὴν πραγματείαν ἔχει, καὶ ἔστιν ἐν ἑνὶ τῷ ἐπιγραφομένῳ Κανών· τὸ δὲ φυσικὸν τὴν περὶ φύσεως θεωρίαν πᾶσαν, καὶ ἔστιν ἐν ταῖς Περὶ φύσεως βίβλοις ἑπτὰ καὶ τριάκοντα καὶ ταῖς ἐπιστολαῖς κατὰ στοιχεῖον· τὸ δὲ ἠθικὸν τὰ περὶ αἱρέσεως καὶ φυγῆς· ἔστι δὲ καὶ ἐν ταῖς Περὶ βίων βίβλοις καὶ ἐπιστολαῖς καὶ τῷ Περὶ τέλους. εἰώθασι μέντοι τὸ κανονικὸν ὁμοῦ τῷ φυσικῷ τάττειν· καλοῦσι δʼ αὐτὸ περὶ κριτηρίου καὶ ἀρχῆς, καὶ στοιχειωτικόν· τὸ δὲ φυσικὸν περὶ γενέσεως καὶ φθορᾶς, καὶ περὶ φύσεως· τὸ δὲ ἠθικὸν περὶ αἱρετῶν καὶ φευκτῶν καὶ περὶ βίων καὶ τέλους.