Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 2.10.107 Diog. Laert. 2.10.110 (English) >>Diog. Laert. 2.10.112

2.10.109 δʼ Εὐβουλίδης καὶ πρὸς Ἀριστοτέλην διεφέρετο, καὶ πολλὰ αὐτὸν διαβέβληκε.

Μεταξὺ δὲ ἄλλων ὄντων τῆς Εὐβουλίδου διαδοχῆς Ἀλεξῖνος ἐγένετο Ἠλεῖος, ἀνὴρ φιλονεικότατος· διὸ καὶ Ἐλεγξῖνος ἐπεκλήθη. διεφέρετο δὲ μάλιστα πρὸς Ζήνωνα. φησὶ δʼ Ἕρμιππος περὶ αὐτοῦ ὡς ἄρα ἀπελθὼν ἐκ τῆς Ἤλιδος εἰς Ὀλυμπίαν αὐτόθι φιλοσοφοίη. τῶν δὲ μαθητῶν αὐτοῦ πυνθανομένων διὰ τί τῇδε κατοικεῖ, φάναι βούλεσθαι αἵρεσιν συστήσασθαι ἣν Ὀλυμπικὴν κληθήσεσθαι. τοὺς δὲ καὶ τοῖς ἐφοδίοις θλιβομένους καὶ τὸ χωρίον νοσερὸν καταγνόντας ἀπελθεῖν, καὶ τοῦ λοιποῦ διατρίβειν ἔρημον τὸν Ἀλεξῖνον σὺν οἰκέτῃ μόνῳ· ἔπειτα μέντοι νηχόμενον ἐν τῷ Ἀλφειῷ νυχθῆναι καλάμῳ καὶ οὕτω τελευτῆσαι.

2.10.110

Καὶ ἔστιν εἰς αὐτὸν ἡμῶν οὕτως ἔχον·

οὐκ ἆρα μῦθος ἦν ἐκεῖνος εἰκαῖος, ὡς ἀτυχής τις ἐὼν

τὸν πόδα κολυμβῶν περιέπειρέ πως ἥλῳ. καὶ γὰρ σεμνὸς ἀνήρ,

πρὶν Ἀλφεόν ποτʼ ἐκπερᾶν, Ἀλεξῖνος θνῆσκε νυγεὶς καλάμῳ.

γέγραφε δʼ οὐ μόνον πρὸς Ζήνωνα, ἀλλὰ καὶ ἄλλα βιβλία καὶ πρὸς Ἔφορον τὸν ἱστοριογράφον.

Εὐβουλίδου δὲ καὶ Εὔφαντος γέγονε <γνώριμος> Ὀλύνθιος, ἱστορίας γεγραφὼς τὰς κατὰ τοὺς χρόνους τοὺς ἑαυτοῦ. ἐποίησε δὲ καὶ τραγῳδίας πλείους, ἐν αἷς εὐδοκίμει κατὰ τοὺς ἀγῶνας. γέγονε δὲ καὶ Ἀντιγόνου τοῦ βασιλέως διδάσκαλος, πρὸς ὃν καὶ λόγον γέγραφε Περὶ βασιλείας σφόδρα εὐδοκιμοῦντα. τὸν βίον δὲ γήρᾳ κατέστρεψεν.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 2.10.107 Diog. Laert. 2.10.110 (English) >>Diog. Laert. 2.10.112

Powered by PhiloLogic