Κρίτων Ἀθηναῖος· οὗτος μάλιστα φιλοστοργότατα διετέθη πρὸς Σωκράτην, καὶ οὕτως ἐπεμελεῖτο αὐτοῦ, ὥστε μηδέποτʼ ἐλλείπειν τι τῶν πρὸς τὴν χρείαν. καὶ οἱ παῖδες δὲ αὐτοῦ διήκουσαν Σωκράτους, Κριτόβουλος, Ἑρμογένης, Ἐπιγένης, Κτήσιππος. ὁ δʼ οὖν Κρίτων διαλόγους γέγραφεν ἐν ἑνὶ φερομένους βιβλίῳ ἑπτακαίδεκα, τοὺς ὑπογεγραμμένους,
Ὅτι οὐκ ἐκ τοῦ μαθεῖν οἱ ἀγαθοί. Περὶ τοῦ πλέον ἔχειν. Τί τὸ ἐπιτήδειον ἢ Πολιτικός.
Περὶ τοῦ καλοῦ.
Περὶ τοῦ κακουργεῖν.
Περὶ εὐθημοσύνης.
Περὶ τοῦ νόμου.
Περὶ τοῦ θείου.
Περὶ τεχνῶν.
Περὶ συνουσίας.
Περὶ σοφίας.
Πρωταγόρας ἢ Πολιτικός.
Περὶ γραμμάτων.
Περὶ ποιητικῆς, περὶ τοῦ καλοῦ.
Περὶ τοῦ μαθεῖν.
Περὶ τοῦ γνῶναι ἢ Περὶ ἐπιστήμης.
Τί τὸ ἐπίστασθαι.