2.13.123
Τί τὸ καλόν.
Περὶ διδασκαλίας.
Περὶ τοῦ διαλέγεσθαι.
Περὶ κρίσεως.
Περὶ τοῦ ὄντος.
Περὶ ἀριθμοῦ.
Περὶ ἐπιμελείας.
Περὶ τοῦ ἐργάζεσθαι.
Περὶ φιλοκερδοῦς.
Περὶ ἀλαζονείας.
Περὶ τοῦ καλοῦ.
οἱ δέ,
Περὶ τοῦ βουλεύεσθαι.
Περὶ λόγου ἢ περὶ ἐπιτηδειότητος.
Περὶ κακουργίας.
Οὗτος, φασί, πρῶτος διελέχθη τοὺς λόγους τοὺς Σωκρατικούς. ἐπαγγειλαμένου δὲ Περικλέους θρέψειν αὐτὸν καὶ κελεύοντος ἀπιέναι πρὸς αὐτόν, οὐκ ἂν ἔφη τὴν παρρησίαν ἀποδόσθαι.
2.13.124
Γέγονε δὲ καὶ ἄλλος Σίμων ῥητορικὰς τέχνας γεγραφώς· καὶ ἕτερος ἰατρὸς κατὰ Σέλευκον τὸν Νικάνορα· καί τις ἀνδριαντοποιός.
2.14Κεφ. ιδʹ. ΓΛΑΥΚΩΝ
Γλαύκων Ἀθηναῖος· καὶ τούτου φέρονται ἐν ἑνὶ βιβλίῳ διάλογοι ἐννέα·
Φειδύλος.
Εὐριπίδης.
Ἀμύντιχος.
Εὐθίας.
Λυσιθείδης.
Ἀριστοφάνης.
Κέφαλος.
Ἀναξίφημος.
Μενέξενος.
φέρονται καὶ ἄλλοι δύο καὶ τριάκοντα, οἳ νοθεύονται.
2.15Κεφ. ιεʹ. ΣΙΜΜΙΑΣ
Σιμμίας Θηβαῖος· καὶ τούτου φέρονται ἐν ἑνὶ βιβλίῳ διάλογοι τρεῖς καὶ εἴκοσι·
Περὶ σοφίας.
Περὶ λογισμοῦ.
Περὶ μουσικῆς.
Περὶ ἐπῶν.
Περὶ ἀνδρείας.
Περὶ φιλοσοφίας.
Περὶ ἀληθείας.
Περὶ γραμμάτων.
Περὶ διδασκαλίας.
Περὶ τέχνης.
Περὶ τοῦ ἐπιστατεῖν.
Περὶ πρέποντος.
Περὶ αἱρετοῦ καὶ φευκτοῦ.
Περὶ φίλου. Περὶ τοῦ εἰδέναι.
Περὶ ψυχῆς.
Περὶ τοῦ εὖ ζῆν.
Περὶ δυνατοῦ.
Περὶ χρημάτων.
Περὶ ζωῆς.
Τί τὸ καλόν.
Περὶ ἐπιμελείας.
Περὶ ἔρωτος.