Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 2.17.127 Diog. Laert. 2.17.130 (English) >>Diog. Laert. 2.17.132

2.17.129 πρὸς δὲ τὸν εἰπόντα πολλὰ τὰ ἀγαθὰ ἐπύθετο πόσα τὸν ἀριθμὸν καὶ εἰ νομίζοι πλείω τῶν ἑκατόν. μὴ δυνάμενος δὲ τῶν καλούντων ἐπὶ δεῖπνόν τινος περιελεῖν τὴν πολυτέλειαν, κληθείς ποτε οὐδὲν μὲν εἶπε· σιωπῶν δʼ αὐτὸν ἐνουθέτησε μόνας ἐλαίας προσενεγκάμενος. διὰ δὴ οὖν τὸ παρρησιαστικὸν τοῦτο μικροῦ καὶ ἐκινδύνευσεν ἐν Κύπρῳ παρὰ Νικοκρέοντι σὺν Ἀσκληπιάδῃ τῷ φίλῳ. τοῦ γάρ τοι βασιλέως ἐπιμήνιον ἑορτὴν τελοῦντος καὶ καλέσαντος καὶ τούτους ὥσπερ τοὺς ἄλλους φιλοσόφους, τὸν Μενέδημον εἰπεῖν ὡς εἰ καλὸν ἦν τῶν τοιούτων ἀνδρῶν συναγωγή, καθʼ ἑκάστην ἡμέραν ἔδει γίνεσθαι τὴν ἑορτήν· εἰ δʼ οὔ, περιττῶς καὶ νῦν. 2.17.130 πρὸς δὲ τοῦτο ἀπαντήσαντος τοῦ τυράννου καὶ εἰπόντος ὡς ταύτην τὴν ἡμέραν ἔχοι σχολάζουσαν πρὸς τὸ διακούειν φιλοσόφων, ἔτι καὶ μᾶλλον αὐστηρότερον ἐνέκειτο, δεικνὺς ἐπὶ τῆς θυσίας ὡς χρὴ πάντα καιρὸν φιλοσόφων ἀκούειν· ὥστʼ εἰ μή τις αὐλητὴς αὐτοὺς διεπέμψατο, κἂν ἀπώλοντο. ὅθεν χειμαζομένων ἐν τῷ πλοίῳ τὸν Ἀσκληπιάδην φασὶν εἰπεῖν ὡς μὲν τοῦ αὐλητοῦ εὐμουσία σέσωκεν αὐτούς, δὲ τοῦ Μενεδήμου παρρησία ἀπολώλεκεν.

Ἦν δέ, φασί, καὶ ἐκκλίτης καὶ τὰ τῆς σχολῆς ἀδιάφορος, οὔτε τάξιν γοῦν τινὰ ἦν παρʼ αὐτῷ βλέπειν οὔτε βάθρα κύκλῳ διέκειτο, ἀλλʼ οὗ ἂν ἕκαστος ἔτυχε περιπατῶν καθήμενος ἤκουε, καὶ αὐτοῦ τοῦτον τὸν τρόπον διακειμένου.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 2.17.127 Diog. Laert. 2.17.130 (English) >>Diog. Laert. 2.17.132

Powered by PhiloLogic