Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 2.17.136 Diog. Laert. 2.17.139 (English) >>Diog. Laert. 2.17.141

2.17.138 μέντοι Ἀσκληπιάδης προκατέστρεψεν ἐν Ἐρετρίᾳ γηραιὸς ἤδη, συζήσας τῷ Μενεδήμῳ σφόδρα εὐτελῶς ἀπὸ μεγάλων· ὅτε καὶ μετὰ χρόνον ἐλθόντος ἐπὶ κῶμον ἐρωμένου τοῦ Ἀσκληπιάδου καὶ τῶν νεανίσκων ἀποκλειόντων αὐτόν, Μενέδημος ἐκέλευσεν εἰσδέξασθαι, εἰπὼν ὅτι Ἀσκληπιάδης αὐτῷ καὶ κατὰ γῆς ὢν τὰς θύρας ἀνοίγει. ἦσαν δʼ οἱ σωματοποιήσαντες αὐτοὺς Ἱππόνικός τε Μακεδὼν καὶ Ἀγήτωρ Λαμιεύς· μὲν ἑκατέρῳ δοὺς τριάκοντα μνᾶς, δʼ Ἱππόνικος Μενεδήμῳ εἰς ἔκδοσιν τῶν θυγατέρων δισχιλίας δραχμάς. ἦσαν δὲ τρεῖς, καθά φησιν Ἡρακλείδης, ἐξ Ὠρωπίας αὐτῷ γυναικὸς γεγεννημέναι.

2.17.139

Τὰ δὲ συμπόσια τοῦτον ἐποιεῖτο τὸν τρόπον· προηρίστα μετὰ δυοῖν τριῶν ἕως βραδέως ἦν τῆς ἡμέρας· ἔπειτά τις ἐκάλει τοὺς παραγενομένους καὶ αὐτοὺς ἤδη δεδειπνηκότας· ὥστʼ εἴ τις ἔλθοι θᾶττον, ἀνακάμπτων ἐπυνθάνετο τῶν ἐξιόντων τί εἴη παρακείμενον καὶ πῶς ἔχοι τὸ τοῦ χρόνου· εἰ μὲν οὖν λαχάνιον ταρίχιον, ἀνεχώρουν· εἰ δὲ κρεᾴδιον, εἰσῄεσαν. ἦν δὲ τοῦ μὲν θέρους ψίαθος ἐπὶ τῶν κλινῶν, τοῦ δὲ χειμῶνος κώδιον· προσκεφάλαιον αὑτῷ φέρειν ἔδει. τό τε περιαγόμενον ποτήριον οὐ μεῖζον ἦν κοτυλιαίου· τράγημα θέρμος κύαμος, ἔστι δʼ ὅτε καὶ τῶν ὡρίων ἄπιος ῥοιὰ ὦχροι νὴ Δίʼ ἰσχάδες.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 2.17.136 Diog. Laert. 2.17.139 (English) >>Diog. Laert. 2.17.141

Powered by PhiloLogic