Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 2.3.11 Diog. Laert. 2.3.14 (English) >>Diog. Laert. 2.4.16

2.3.13 ὅτε καὶ ἀμφοτέρων αὐτῷ προσαγγελέντων, τῆς τε καταδίκης καὶ τῆς τῶν παίδων τελευτῆς, εἰπεῖν περὶ μὲν τῆς καταδίκης, ὅτι ἄρα κἀκείνων κἀμοῦ πάλαι φύσις κατεψηφίσατο, περὶ δὲ τῶν παίδων, ὅτι ᾔδειν αὐτοὺς θνητοὺς γεννήσας. οἱ δʼ εἰς Σόλωνα τοῦτʼ ἀναφέρουσιν, ἄλλοι εἰς Ξενοφῶντα. τοῦτον δὲ καὶ θάψαι ταῖς ἰδίαις χερσὶν αὐτοὺς Δημήτριός φησιν Φαληρεὺς ἐν τῷ Περὶ γήρως. Ἕρμιππος δʼ ἐν τοῖς Βίοις φησὶν ὅτι καθείρχθη ἐν τῷ δεσμωτηρίῳ τεθνηξόμενος. Περικλῆς δὲ παρελθὼν εἶπεν εἴ τι ἔχουσιν ἐγκαλεῖν αὑτῷ κατὰ τὸν βίον· οὐδὲν δὲ εἰπόντων, καὶ μὴν ἐγώ, ἔφη, τούτου μαθητής εἰμι· μὴ οὖν διαβολαῖς ἐπαρθέντες ἀποκτείνητε τὸν ἄνθρωπον, ἀλλʼ ἐμοὶ πεισθέντες ἄφετε. καὶ ἀφείθη· οὐκ ἐνεγκὼν δὲ τὴν ὕβριν ἑαυτὸν ἐξήγαγεν. 2.3.14 Ἱερώνυμος δʼ ἐν τῷ δευτέρῳ Τῶν σποράδην ὑπομνημάτων φησὶν ὅτι Περικλῆς παρήγαγεν αὐτὸν ἐπὶ τὸ δικαστήριον, διερρυηκότα καὶ λεπτὸν ὑπὸ νόσου, ὥστε ἐλέῳ μᾶλλον κρίσει ἀφεθῆναι. καὶ τὰ μὲν περὶ τῆς δίκης αὐτοῦ τοσαῦτα.

Ἔδοξε δέ πως καὶ Δημοκρίτῳ ἀπεχθῶς ἐσχηκέναι ἀποτυχὼν τῆς πρὸς αὐτὸν κοινολογίας. καὶ τέλος ἀποχωρήσας εἰς Λάμψακον αὐτόθι κατέστρεψεν. ὅτε καὶ τῶν ἀρχόντων τῆς πόλεως ἀξιούντων τί βούλεται αὐτῷ γενέσθαι, φάναι, τοὺς παῖδας ἐν ἂν ἀποθάνῃ μηνὶ κατʼ ἔτος παίζειν συγχωρεῖν. καὶ φυλάττεται τὸ ἔθος καὶ νῦν.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 2.3.11 Diog. Laert. 2.3.14 (English) >>Diog. Laert. 2.4.16

Powered by PhiloLogic