Σωκράτης Σωφρονίσκου μὲν ἦν υἱὸς λιθουργοῦ καὶ Φαιναρέτης μαίας, ὡς καὶ Πλάτων ἐν Θεαιτήτῳ φησίν, Ἀθηναῖος, τῶν δήμων Ἀλωπεκῆθεν. ἐδόκει δὲ συμποιεῖν Εὐριπίδῃ· ὅθεν Μνησίμαχος οὕτω φησί,
Φρύγες ἐστὶ καινὸν δρᾶμα τοῦτʼ Εὐριπίδου, ...ᾧ καὶ Σωκράτης
τὰ φρύγανʼ ὑποτίθησι.
καὶ πάλιν, Εὐριπίδας σωκρατογόμφους. καὶ Καλλίας Πεδήταις·
αʹ. Τί δὴ σὺ σεμνὴ καὶ φρονεῖς οὕτω μέγα;
βʹ. Ἔξεστι γάρ μοι· Σωκράτης γὰρ αἴτιος.
Ἀριστοφάνης Νεφέλαις·
Εὐριπίδῃ δʼ ὁ τὰς τραγῳδίας ποιῶν
τὰς περιλαλούσας οὗτός ἐστι, τὰς σοφάς.