2.5.27
Ἦν δʼ ἱκανὸς καὶ τῶν σκωπτόντων αὐτὸν ὑπερορᾶν. καὶ ἐσεμνύνετο ἐπὶ τῇ εὐτελείᾳ, μισθόν τε οὐδένα εἰσεπράξατο. καὶ ἔλεγεν ἥδιστα ἐσθίων ἥκιστα ὄψου προσδεῖσθαι· καὶ ἥδιστα πίνων ἥκιστα τὸ μὴ παρὸν ποτὸν ἀναμένειν· καὶ ἐλαχίστων δεόμενος ἔγγιστα εἶναι θεῶν. τοῦτο δʼ ἐνέσται καὶ παρὰ τῶν κωμῳδοποιῶν λαβεῖν, οἳ λανθάνουσιν ἑαυτοὺς διʼ ὧν σκώπτουσιν ἐπαινοῦντες αὐτόν. Ἀριστοφάνης μὲν οὕτως·
ὦ τῆς μεγάλης ἐπιθυμήσας σοφίας ἄνθρωπε δικαίως,
ὡς εὐδαίμων παρʼ Ἀθηναίοις καὶ τοῖς Ἕλλησι διάξεις.
εἶ γὰρ μνήμων καὶ φροντιστής, καὶ τὸ ταλαίπωρον ἔνεστιν
ἐν τῇ γνώμῃ, κοὔτε τι κάμνεις οὔθʼ ἑστὼς οὔτε βαδίζων, οὔτε ῥιγῶν ἄχθει λίαν, οὔτʼ ἀρίστων ἐπιθυμεῖς, οἴνου τʼ ἀπέχει κἀδηφαγίας καὶ τῶν ἄλλων ἀνοήτων.
2.5.28
Ἀμειψίας δʼ ἐν τρίβωνι παράγων αὐτὸν φησὶν οὕτως·
Σώκρατες ἀνδρῶν βέλτιστʼ ὀλίγων, πολλῷ δὲ ματαιόταθʼ, ἥκεις
καὶ σὺ πρὸς ἡμᾶς. καρτερικός γʼ εἶ. πόθεν ἄν σοι χλαῖνα γένοιτο;
βʹ. τουτὶ τὸ κακὸν κατʼ ἐπήρειαν τῶν σκυτοτόμων γεγένηται.
αʹ. οὗτος μέντοι πεινῶν οὕτως οὐπώποτʼ ἔτλη κολακεῦσαι.
τοῦτο δʼ αὐτοῦ τὸ ὑπεροπτικὸν καὶ μεγαλόφρον ἐμφαίνει καὶ Ἀριστοφάνης λέγων οὕτως,
ὅτι βρενθύει τʼ ἐν ταῖσιν ὁδοῖς, καὶ τὠφθαλμὼ παραβάλλεις,
κἀνυπόδητος κακὰ πόλλʼ ἀνέχει, κἀν ἡμῖν σεμνοπροσωπεῖς.
καίτοι ἐνίοτε πρὸς τοὺς καιροὺς ἁρμοττόμενος καὶ λαμπρὰ ἠμπίσχετο· καθάπερ ἐν τῷ Πλάτωνος συμποσίῳ παρʼ Ἀγάθωνα βαδίζων.