Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 2.5.31 Diog. Laert. 2.5.34 (English) >>Diog. Laert. 2.5.37

2.5.33

Εὐριπίδου δʼ ἐν τῇ Αὔγῃ εἰπόντος περὶ ἀρετῆς,

κράτιστον εἰκῆ ταῦτʼ ἐᾶν ἀφειμένα,

ἀναστὰς ἐξῆλθε, φήσας γελοῖον εἶναι ἀνδράποδον μὲν μὴ εὑρισκόμενον ἀξιοῦν ζητεῖν, ἀρετὴν δʼ οὕτως ἐᾶν ἀπολωλέναι. ἐρωτηθεὶς πότερον γῆμαι μή, ἔφη, ἂν αὐτῶν ποιήσῃς, μεταγνώσῃ. ἔλεγέ τε θαυμάζειν τῶν τὰς λιθίνας εἰκόνας κατασκευαζομένων τοῦ μὲν λίθου προνοεῖν ὅπως ὁμοιότατος ἔσται, αὑτῶν δʼ ἀμελεῖν, ὡς μὴ ὁμοίους τῷ λίθῳ φαίνεσθαι. ἠξίου δὲ καὶ τοὺς νέους συνεχὲς κατοπτρίζεσθαι, ἵνʼ εἰ μὲν καλοὶ εἶεν, ἄξιοι γίγνοιντο· εἰ δʼ αἰσχροί, παιδείᾳ τὴν δυσείδειαν ἐπικαλύπτοιεν.

2.5.34

Καλέσας ἐπὶ δεῖπνον πλουσίους, καὶ τῆς Ξανθίππης αἰδουμένης ἔφη, θάρρει· εἰ μὲν γὰρ εἶεν μέτριοι, συμπεριενεχθεῖεν ἄν· εἰ δὲ φαῦλοι, ἡμῖν αὐτῶν οὐδὲν μελήσει. ἔλεγέ τε τοὺς μὲν ἄλλους ἀνθρώπους ζῆν ἵνʼ ἐσθίοιεν· αὐτὸς δὲ ἐσθίειν ἵνα ζῴη. πρὸς τὸ οὐκ ἀξιόλογον πλῆθος ἔφασκεν ὅμοιον εἴ τις τετράδραχμον ἓν ἀποδοκιμάζων τὸν ἐκ τῶν τοιούτων σωρὸν ὡς δόκιμον ἀποδέχοιτο. Αἰσχίνου δὲ εἰπόντος, πένης εἰμὶ καὶ ἄλλο μὲν οὐδὲν ἔχω, δίδωμι δέ σοι ἐμαυτόν, ἆρʼ οὖν, εἶπεν, οὐκ αἰσθάνῃ τὰ μέγιστά μοι διδούς; τὸν ἀποδυσπετοῦντα ἐπὶ τῷ παρορᾶσθαι, ὁπότε ἐπανέστησαν οἱ τριάκοντα, ἆρα, ἔφη, μήτι σοι μεταμέλει; 2.5.35 πρὸς τὸν εἰπόντα, θάνατόν σου κατέγνωσαν Ἀθηναῖοι, κἀκείνων, εἶπεν, φύσις. οἱ δὲ τοῦτʼ Ἀναξαγόρου φασί. τῆς γυναικὸς εἰπούσης, ἀδίκως ἀποθνήσκεις, σὺ δέ, ἔφη, δικαίως ἐβούλου; ὄναρ δόξας τινὰ αὐτῷ λέγειν,

ἤματί κεν τριτάτῳ Φθίην ἐρίβωλον ἵκοιο, πρὸς Αἰσχίνην ἔφη, εἰς τρίτην ἀποθανοῦμαι. μέλλοντί τε αὐτῷ τὸ κώνειον πίεσθαι Ἀπολλόδωρος ἱμάτιον ἐδίδου καλόν, ἵνʼ ἐκείνῳ ἐναποθάνοι· καὶ ὅς, τί δέ, ἔφη, τὸ ἐμὸν ἱμάτιον ἐμβιῶναι μὲν ἐπιτήδειον, ἐναποθανεῖν δὲ οὐχί; πρὸς τὸν εἰπόντα, κακῶς δεῖνά σε λέγει, καλῶς γάρ, ἔφη, λέγειν οὐκ ἔμαθε.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 2.5.31 Diog. Laert. 2.5.34 (English) >>Diog. Laert. 2.5.37

Powered by PhiloLogic