Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 2.5.33 Diog. Laert. 2.5.35 (English) >>Diog. Laert. 2.5.38

2.5.34

Καλέσας ἐπὶ δεῖπνον πλουσίους, καὶ τῆς Ξανθίππης αἰδουμένης ἔφη, θάρρει· εἰ μὲν γὰρ εἶεν μέτριοι, συμπεριενεχθεῖεν ἄν· εἰ δὲ φαῦλοι, ἡμῖν αὐτῶν οὐδὲν μελήσει. ἔλεγέ τε τοὺς μὲν ἄλλους ἀνθρώπους ζῆν ἵνʼ ἐσθίοιεν· αὐτὸς δὲ ἐσθίειν ἵνα ζῴη. πρὸς τὸ οὐκ ἀξιόλογον πλῆθος ἔφασκεν ὅμοιον εἴ τις τετράδραχμον ἓν ἀποδοκιμάζων τὸν ἐκ τῶν τοιούτων σωρὸν ὡς δόκιμον ἀποδέχοιτο. Αἰσχίνου δὲ εἰπόντος, πένης εἰμὶ καὶ ἄλλο μὲν οὐδὲν ἔχω, δίδωμι δέ σοι ἐμαυτόν, ἆρʼ οὖν, εἶπεν, οὐκ αἰσθάνῃ τὰ μέγιστά μοι διδούς; τὸν ἀποδυσπετοῦντα ἐπὶ τῷ παρορᾶσθαι, ὁπότε ἐπανέστησαν οἱ τριάκοντα, ἆρα, ἔφη, μήτι σοι μεταμέλει; 2.5.35 πρὸς τὸν εἰπόντα, θάνατόν σου κατέγνωσαν Ἀθηναῖοι, κἀκείνων, εἶπεν, φύσις. οἱ δὲ τοῦτʼ Ἀναξαγόρου φασί. τῆς γυναικὸς εἰπούσης, ἀδίκως ἀποθνήσκεις, σὺ δέ, ἔφη, δικαίως ἐβούλου; ὄναρ δόξας τινὰ αὐτῷ λέγειν,

ἤματί κεν τριτάτῳ Φθίην ἐρίβωλον ἵκοιο, πρὸς Αἰσχίνην ἔφη, εἰς τρίτην ἀποθανοῦμαι. μέλλοντί τε αὐτῷ τὸ κώνειον πίεσθαι Ἀπολλόδωρος ἱμάτιον ἐδίδου καλόν, ἵνʼ ἐκείνῳ ἐναποθάνοι· καὶ ὅς, τί δέ, ἔφη, τὸ ἐμὸν ἱμάτιον ἐμβιῶναι μὲν ἐπιτήδειον, ἐναποθανεῖν δὲ οὐχί; πρὸς τὸν εἰπόντα, κακῶς δεῖνά σε λέγει, καλῶς γάρ, ἔφη, λέγειν οὐκ ἔμαθε. 2.5.36 στρέψαντος δὲ Ἀντισθένους τὸ διερρωγὸς τοῦ τρίβωνος εἰς τοὐμφανές, ὁρῶ σου, ἔφη, διὰ τοῦ τρίβωνος τὴν κενοδοξίαν. πρὸς τὸν εἰπόντα, οὐ σοὶ λοιδορεῖται δεῖνα; οὐχί, ἔφη· ἐμοὶ γὰρ οὐ πρόσεστι ταῦτα. ἔλεγε δὲ τοῖς κωμικοῖς δεῖν ἐπίτηδες ἑαυτὸν διδόναι· εἰ μὲν γάρ τι τῶν προσόντων λέξειαν, διορθώσονται· εἰ δʼ οὔ, οὐδὲν πρὸς ἡμᾶς. πρὸς Ξανθίππην πρότερον μὲν λοιδοροῦσαν, ὕστερον δὲ καὶ περιχέασαν αὐτῷ, οὐκ ἔλεγον, εἶπεν, ὅτι Ξανθίππη βροντῶσα καὶ ὕδωρ ποιήσει; πρὸς Ἀλκιβιάδην εἰπόντα ὡς οὐκ ἀνεκτὴ Ξανθίππη λοιδοροῦσα, ἀλλʼ ἔγωγʼ, ἔφη, συνείθισμαι, καθαπερεὶ καὶ τροχιλίας ἀκούων συνεχές.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 2.5.33 Diog. Laert. 2.5.35 (English) >>Diog. Laert. 2.5.38

Powered by PhiloLogic