Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 2.6.50 Diog. Laert. 2.6.52 (English) >>Diog. Laert. 2.6.54

2.6.51

Μετὰ δὲ τήν τʼ ἀνάβασιν καὶ τὰς ἐν τῷ Πόντῳ συμφορὰς καὶ τὰς παρασπονδήσεις τὰς Σεύθου τοῦ τῶν Ὀδρυσῶν βασιλέως ἧκεν εἰς Ἀσίαν πρὸς Ἀγησίλαον τὸν τῶν Λακεδαιμονίων βασιλέα, μισθοῦ τοὺς Κύρου στρατιώτας αὐτῷ παρασχών· φίλος τʼ ἦν εἰς ὑπερβολήν. παρʼ ὃν καιρὸν ἐπὶ Λακωνισμῷ φυγὴν ὑπʼ Ἀθηναίων κατεγνώσθη. γενόμενος δʼ ἐν Ἐφέσῳ καὶ χρυσίον ἔχων τὸ μὲν ἥμισυ Μεγαβύζῳ δίδωσι τῷ τῆς Ἀρτέμιδος ἱερεῖ φυλάττειν, ἕως ἂν ἐπανέλθοι· εἰ δὲ μή, ἄγαλμα ποιησάμενον ἀναθεῖναι τῇ θεῷ· τοῦ δὲ ἡμίσεος ἔπεμψεν εἰς Δελφοὺς ἀναθήματα. ἐντεῦθεν ἦλθεν εἰς τὴν Ἑλλάδα μετʼ Ἀγησιλάου, κεκλημένου εἰς τὸν πρὸς Θηβαίους πόλεμον· καὶ αὐτῷ προξενίαν ἔδοσαν οἱ Λακεδαιμόνιοι.

2.6.52

Ἐντεῦθεν ἐάσας τὸν Ἀγησίλαον ἧκεν εἰς Σκιλλοῦντα, χωρίον τῆς Ἠλείας ὀλίγον τῆς πόλεως ἀπέχον. εἵπετο δὲ αὐτῷ καὶ γύναιον ὄνομα Φιλησία, καθά φησι Δημήτριος Μάγνης, καὶ δύο υἱεῖς, Γρύλλος καὶ Διόδωρος, ὥς φησι Δείναρχος ἐν τῷ πρὸς Ξενοφῶντα ἀποστασίου, οἳ καὶ Διόσκουροι ἐπεκαλοῦντο. ἀφικομένου δὲ τοῦ Μεγαβύζου κατὰ πρόφασιν τῆς πανηγύρεως, κομισάμενος τὰ χρήματα χωρίον ἐπρίατο καὶ καθιέρωσε τῇ θεῷ, διʼ οὗ ποταμὸς ἔρρει Σελινοῦς, ὁμώνυμος τῷ ἐν Ἐφέσῳ. τοὐντεῦθεν διετέλει κυνηγετῶν καὶ τοὺς φίλους ἑστιῶν καὶ τὰς ἱστορίας συγγράφων. φησὶ δʼ Δείναρχος ὅτι καὶ οἰκίαν καὶ ἀγρὸν αὐτῷ ἔδοσαν Λακεδαιμόνιοι.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 2.6.50 Diog. Laert. 2.6.52 (English) >>Diog. Laert. 2.6.54

Powered by PhiloLogic