Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 2.6.55 Diog. Laert. 2.6.57 (English) >>Diog. Laert. 2.6.59

2.6.56

Κατέστρεψε δέ, καθά φησι Κτησικλείδης note Ἀθηναῖος ἐν τῇ τῶν ἀρχόντων καὶ Ὀλυμπιονικῶν ἀναγραφῇ, ἔτει πρώτῳ τῆς πέμπτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος, ἐπὶ ἄρχοντος Καλλιδημίδου, ἐφʼ οὗ καὶ Φίλιππος Ἀμύντου Μακεδόνων ἦρξε. τέθνηκε δʼ ἐν Κορίνθῳ, ὥς φησι Δημήτριος Μάγνης, ἤδη δηλαδὴ γηραιὸς ἱκανῶς· ἀνὴρ τά τʼ ἄλλα γεγονὼς ἀγαθὸς καὶ δὴ καὶ φίλιππος καὶ φιλοκύνηγος καὶ τακτικός, ὡς ἐκ τῶν συγγραμμάτων δῆλον· εὐσεβής τε καὶ φιλοθύτης καὶ ἱερεῖα διαγνῶναι ἱκανὸς καὶ Σωκράτην ζηλώσας ἀκριβῶς.

Συνέγραψε δὲ βιβλία πρὸς τὰ τετταράκοντα, ἄλλων ἄλλως διαιρούντων·

2.6.57

Τήν τʼ Ἀνάβασιν, ἧς κατὰ βιβλίον μὲν ἐποίησε προοίμιον, ὅλης δὲ οὔ· καὶ

Κύρου Παιδείαν καὶ

Ἑλληνικὰ καὶ

Ἀπομνημονεύματα·

Συμπόσιόν τε καὶ

Οἰκονομικὸν καὶ

Περὶ ἱππικῆς καὶ

Κυνηγετικὸν καὶ

Ἱππαρχικόν,

Ἀπολογίαν τε Σωκράτους καὶ

Περὶ πόρων καὶ

Ἱέρωνα Τυραννικόν,

Ἀγησίλαόν τε καὶ

Ἀθηναίων καὶ Λακεδαιμονίων Πολιτείαν,

ἥν φησιν οὐκ εἶναι Ξενοφῶντος Μάγνης Δημήτριος. λέγεται δʼ ὅτι καὶ τὰ Θουκυδίδου βιβλία λανθάνοντα ὑφελέσθαι δυνάμενος αὐτὸς εἰς δόξαν ἤγαγεν. ἐκαλεῖτο δὲ καὶ Ἀττικὴ Μοῦσα γλυκύτητι τῆς ἑρμηνείας· ὅθεν καὶ πρὸς ἀλλήλους ζηλοτύπως εἶχον αὐτός τε καὶ Πλάτων, ὡς ἐν τῷ περὶ Πλάτωνος λέξομεν.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 2.6.55 Diog. Laert. 2.6.57 (English) >>Diog. Laert. 2.6.59

Powered by PhiloLogic