Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 2.6.56 Diog. Laert. 2.6.58 (English) >>Diog. Laert. 2.7.60

2.6.57

Τήν τʼ Ἀνάβασιν, ἧς κατὰ βιβλίον μὲν ἐποίησε προοίμιον, ὅλης δὲ οὔ· καὶ

Κύρου Παιδείαν καὶ

Ἑλληνικὰ καὶ

Ἀπομνημονεύματα·

Συμπόσιόν τε καὶ

Οἰκονομικὸν καὶ

Περὶ ἱππικῆς καὶ

Κυνηγετικὸν καὶ

Ἱππαρχικόν,

Ἀπολογίαν τε Σωκράτους καὶ

Περὶ πόρων καὶ

Ἱέρωνα Τυραννικόν,

Ἀγησίλαόν τε καὶ

Ἀθηναίων καὶ Λακεδαιμονίων Πολιτείαν,

ἥν φησιν οὐκ εἶναι Ξενοφῶντος Μάγνης Δημήτριος. λέγεται δʼ ὅτι καὶ τὰ Θουκυδίδου βιβλία λανθάνοντα ὑφελέσθαι δυνάμενος αὐτὸς εἰς δόξαν ἤγαγεν. ἐκαλεῖτο δὲ καὶ Ἀττικὴ Μοῦσα γλυκύτητι τῆς ἑρμηνείας· ὅθεν καὶ πρὸς ἀλλήλους ζηλοτύπως εἶχον αὐτός τε καὶ Πλάτων, ὡς ἐν τῷ περὶ Πλάτωνος λέξομεν.

2.6.58

Ἔστι δὲ καὶ εἰς τοῦτον ἡμῶν ἐπιγράμματα τοῦτον ἔχοντα τὸν τρόπον·

οὐ μόνον εἰς Πέρσας ἀνέβη Ξενοφῶν διὰ Κῦρον, ἀλλʼ ἄνοδον ζητῶν ἐς Διὸς ἥτις ἄγοι. παιδείης γὰρ ἑῆς Ἑλληνικὰ πράγματα δείξας, ὡς καλὸν σοφίη μνήσατο Σωκράτεος.

ἄλλο, ὡς ἐτελεύτα·

εἰ καὶ σέ, Ξενοφῶν, Κραναοῦ Κέκροπός τε πολῖται φεύγειν κατέγνων, τοῦ φίλου χάριν Κύρου·

ἀλλὰ Κόρινθος ἔδεκτο φιλόξενος, σὺ φιληδῶν οὕτως ἀρέσκῃ· κεῖθι καὶ μένειν ἔγνως.

2.6.59

Εὗρον δʼ ἀλλαχόθι ἀκμάσαι αὐτὸν περὶ τὴν ἐνάτην καὶ ὀγδοηκοστὴν Ὀλυμπιάδα σὺν τοῖς ἄλλοις Σωκρατικοῖς, καὶ Ἴστρος φησὶν αὐτὸν φυγεῖν κατὰ ψήφισμα Εὐβούλου, καὶ κατελθεῖν κατὰ ψήφισμα τοῦ αὐτοῦ.

Γεγόνασι δὲ Ξενοφῶντες ἑπτά· πρῶτος αὐτὸς οὗτος· δεύτερος Ἀθηναῖος, ἀδελφὸς Πυθοστράτου τοῦ τὴν Θησηΐδα πεποιηκότος, γεγραφὼς ἄλλα τε καὶ βίον Ἐπαμεινώνδου καὶ Πελοπίδου· τρίτος ἰατρὸς Κῷος· τέταρτος ἱστορίαν Ἀννιβαϊκὴν γεγραφώς· πέμπτος μυθώδη τερατείαν πεπραγματευμένος· ἕκτος Πάριος, ἀγαλματοποιός· ἕβδομος κωμῳδίας ἀρχαίας ποιητής.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 2.6.56 Diog. Laert. 2.6.58 (English) >>Diog. Laert. 2.7.60

Powered by PhiloLogic