Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 2.8.97 Diog. Laert. 2.8.100 (English) >>Diog. Laert. 2.8.102

2.8.99

Εἶναί τε πατρίδα τὸν κόσμον. κλέψειν τε καὶ μοιχεύσειν καὶ ἱεροσυλήσειν ἐν καιρῷ· μηδὲν γὰρ τούτων φύσει αἰσχρὸν εἶναι, τῆς ἐπʼ αὐτοῖς δόξης αἰρομένης, σύγκειται ἕνεκα τῆς τῶν ἀφρόνων συνοχῆς. φανερῶς δὲ τοῖς ἐρωμένοις ἄνευ πάσης ὑφοράσεως χρήσεσθαι τὸν σοφόν. διὸ καὶ τοιούτους λόγους ἠρώτα· ἆρά γε γυνὴ γραμματικὴ χρήσιμος ἂν εἴη παρʼ ὅσον γραμματική ἐστι; ναί. καὶ παῖς καὶ νεανίσκος γραμματικὸς χρήσιμος ἂν εἴη παρʼ ὅσον γραμματικός ἐστι; ναί. οὐκοῦν καὶ γυνὴ καλὴ χρησίμη ἂν εἴη παρʼ ὅσον καλή ἐστι, καὶ παῖς καὶ νεανίσκος καλὸς χρήσιμος ἂν εἴη παρʼ ὅσον καλός ἐστι; ναί. καὶ παῖς ἄρα καὶ νεανίσκος καλὸς πρὸς τοῦτʼ ἂν εἴη χρήσιμος πρὸς καλός ἐστι; ναί. 2.8.100 ἔστι δὲ χρήσιμος πρὸς τὸ πλησιάζειν. ὧν δεδομένων ἐπῆγεν· οὐκοῦν εἴ τις πλησιασμῷ χρώμενος παρʼ ὅσον χρήσιμός ἐστιν, οὐ διαμαρτάνει· οὐδʼ ἄρα εἰ κάλλει χρήσαιτο παρʼ ὅσον χρήσιμόν ἐστι, διαμαρτήσεται. τοιαῦτα ἄττα διερωτῶν ἴσχυε τῷ λόγῳ.

Δοκεῖ δὲ θεὸς κληθῆναι, Στίλπωνος αὐτὸν ἐρωτήσαντος οὕτως, ἆρά γε, Θεόδωρε, φῂς εἶναι, τοῦτο καὶ εἶ; ἐπινεύσαντος δέ, φῂς δʼ εἶναι θεόν; τοῦ δʼ ὁμολογήσαντος, θεὸς εἶ ἄρα, ἔφη. δεξαμένου δʼ ἀσμένως, γελάσας φησίν, ἀλλʼ, μόχθηρε, τῷ λόγῳ τούτῳ καὶ κολοιὸς ἂν ὁμολογήσειας εἶναι καὶ ἄλλα μυρία.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 2.8.97 Diog. Laert. 2.8.100 (English) >>Diog. Laert. 2.8.102

Powered by PhiloLogic