Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 2.8.100 Diog. Laert. 2.8.102 (English) >>Diog. Laert. 2.8.104

2.8.101

δʼ οὖν Θεόδωρος προσκαθίσας ποτὲ Εὐρυκλείδῃ τῷ ἱεροφάντῃ, λέγε μοι, ἔφη, Εὐρυκλείδη, τίνες εἰσὶν οἱ ἀσεβοῦντες περὶ τὰ μυστήρια. εἰπόντος δʼ ἐκείνου, οἱ τοῖς ἀμυήτοις αὐτὰ ἐκφέροντες, ἀσεβεῖς ἄρα, ἔφη, καὶ σύ, τοῖς ἀμυήτοις διηγούμενος. καὶ μέντοι παρʼ ὀλίγον ἐκινδύνευσεν εἰς Ἄρειον ἀναχθῆναι πάγον, εἰ μὴ Δημήτριος Φαληρεὺς αὐτὸν ἐρρύσατο. Ἀμφικράτης δʼ ἐν τῷ Περὶ ἐνδόξων ἀνδρῶν φησι κώνειον αὐτὸν πιεῖν καταδικασθέντα.

2.8.102

Διατρίβων δὲ παρὰ Πτολεμαίῳ τῷ Λάγου ἀπεστάλη ποθʼ ὑπʼ αὐτοῦ πρὸς Λυσίμαχον πρεσβευτής. ὅτε καὶ παρρησιαζομένῳ φησὶν Λυσίμαχος, λέγε μοι, Θεόδωρε, οὐ σὺ εἶ ἐκπεσὼν Ἀθήνηθεν; καὶ ὅς, ὀρθῶς ἀκήκοας· γὰρ τῶν Ἀθηναίων πόλις οὐ δυναμένη με φέρειν, ὥσπερ Σεμέλη τὸν Διόνυσον, ἐξέβαλε. πάλιν δʼ εἰπόντος τοῦ Λυσιμάχου, βλέπε ὅπως μὴ παρέσῃ πρὸς ἡμᾶς ἔτι, οὐκ ἄν, ἔφη, ἂν μὴ Πτολεμαῖος ἀποστείλῃ. Μίθρου δὲ τοῦ διοικητοῦ τοῦ Λυσιμάχου παρεστῶτος καὶ εἰπόντος, ἔοικας σὺ μὴ μόνον θεοὺς ἀγνοεῖν ἀλλὰ καὶ βασιλέας, πῶς, εἶπεν, ἀγνοῶ, ὅπου γε καὶ θεοῖς σε ἐχθρὸν εἶναι νομίζω; φασὶ δέ ποτε ἐν Κορίνθῳ παρέρχεσθαι αὐτὸν συχνοὺς ἐπαγόμενον μαθητάς, Μητροκλέα δὲ τὸν κυνικὸν σκάνδικας πλύνοντα εἰπεῖν, σὺ σοφιστὴς οὐκ ἂν τοσούτων ἔχρῃζες μαθητῶν, εἰ λάχανα ἔπλυνες· τὸν δʼ ὑπολαβόντʼ εἰπεῖν, καὶ σὺ εἴπερ ἀνθρώποις ᾔδεις ὁμιλεῖν, οὐκ ἂν τούτοις τοῖς λαχάνοις ἐχρῶ.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 2.8.100 Diog. Laert. 2.8.102 (English) >>Diog. Laert. 2.8.104

Powered by PhiloLogic