2.8.66
Ἦν δὲ ἱκανὸς ἁρμόσασθαι καὶ τόπῳ καὶ χρόνῳ καὶ προσώπῳ, καὶ πᾶσαν περίστασιν ἁρμοδίως ὑποκρίνασθαι· διὸ καὶ παρὰ Διονυσίῳ τῶν ἄλλων εὐδοκίμει μᾶλλον, ἀεὶ τὸ προσπεσὸν εὖ διατιθέμενος. ἀπέλαυε μὲν γὰρ ἡδονῆς τῶν παρόντων, οὐκ ἐθήρα δὲ πόνῳ τὴν ἀπόλαυσιν τῶν οὐ παρόντων· ὅθεν καὶ Διογένης βασιλικὸν κύνα ἔλεγεν αὐτόν. ὁ δὲ Τίμων παρέφαγεν ὡς θρυπτόμενον, οὑτωσί πως εἰπών· οἷά τʼ Ἀριστίππου τρυφερὴ φύσις ἀμφαφόωντος ψεύδη.
τοῦτόν φασί ποτε κελεῦσαι πέρδικα πεντήκοντα δραχμῶν ὠνηθῆναι· αἰτιασαμένου δέ τινος, σὺ δʼ οὐκ ἄν, εἶπεν, ὀβολοῦ τοῦτον ἐπρίω; ἐπινεύσαντος δέ, τοσοῦτον, ἔφη, ἐμοὶ δύνανται αἱ πεντήκοντα δραχμαί.
2.8.67 Διονυσίου δέ ποτε τριῶν ἑταιρῶν οὐσῶν μίαν ἐκλέξασθαι κελεύσαντος, τὰς τρεῖς ἀπήγαγεν εἰπών, οὐδὲ τῷ Πάριδι συνήνεγκε μίαν προκρῖναι· ἀπαγαγὼν μέντοι, φασίν, αὐτὰς ἄχρι τοῦ θυρῶνος ἀπέλυσεν. οὕτως ἦν καὶ ἑλέσθαι καὶ καταφρονῆσαι πολύς. διό ποτε Στράτωνα, οἱ δὲ Πλάτωνα, πρὸς αὐτὸν εἰπεῖν, σοὶ μόνῳ δέδοται καὶ χλανίδα φορεῖν καὶ ῥάκος. Διονυσίου δὲ προσπτύσαντος αὐτῷ ἠνέσχετο. μεμψαμένου δέ τινος, εἶτα οἱ μὲν ἁλιεῖς, εἶπεν, ὑπομένουσι ῥαίνεσθαι τῇ θαλάττῃ, ἵνα κωβιὸν θηράσωσιν· ἐγὼ δὲ μὴ ἀνάσχωμαι κράματι ῥανθῆναι, ἵνα βλέννον λάβω;
2.8.68
Παριόντα ποτὲ αὐτὸν λάχανα πλύνων Διογένης ἔσκωψε, καί φησιν, note εἰ ταῦτα ἔμαθες προσφέρεσθαι, οὐκ ἂν τυράννων αὐλὰς ἐθεράπευες. ὁ δέ, καὶ σύ, εἶπεν, εἴπερ ᾔδεις ἀνθρώποις ὁμιλεῖν, οὐκ ἂν λάχανα ἔπλυνες. ἐρωτηθεὶς τί αὐτῷ περιγέγονεν ἐκ φιλοσοφίας, ἔφη, τὸ δύνασθαι πᾶσι θαρρούντως ὁμιλεῖν. ὀνειδιζόμενός ποτʼ ἐπὶ τῷ πολυτελῶς ζῆν, εἰ τοῦτʼ, ἔφη, φαῦλον ἦν, οὐκ ἂν ἐν ταῖς τῶν θεῶν ἑορταῖς ἐγίνετο. ἐρωτηθείς ποτε τί πλέον ἔχουσιν οἱ φιλόσοφοι, ἔφη, ἐὰν πάντες οἱ νόμοι ἀναιρεθῶσιν, ὁμοίως βιωσόμεθα.