Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 2.8.68 Diog. Laert. 2.8.71 (English) >>Diog. Laert. 2.8.74

2.8.70

Αἴνιγμά τινος αὐτῷ προτείναντος καὶ εἰπόντος, λῦσον, τί, μάταιε, ἔφη, λῦσαι θέλεις, καὶ δεδεμένον ἡμῖν πράγματα παρέχει; ἄμεινον ἔφη ἐπαίτην ἀπαίδευτον εἶναι· οἱ μὲν γὰρ χρημάτων, οἱ δʼ ἀνθρωπισμοῦ δέονται. λοιδορούμενός ποτε ἀνεχώρει· τοῦ δʼ ἐπιδιώκοντος εἰπόντος, τί φεύγεις; ὅτι, φησί, τοῦ μὲν κακῶς λέγειν σὺ τὴν ἐξουσίαν ἔχεις, τοῦ δὲ μὴ ἀκούειν ἐγώ. εἰπόντος τινὸς ὡς ἀεὶ τοὺς φιλοσόφους βλέποι παρὰ ταῖς τῶν πλουσίων θύραις, καὶ γὰρ καὶ οἱ ἰατροί. φησί, παρὰ ταῖς τῶν νοσούντων· ἀλλʼ οὐ παρὰ τοῦτό τις ἂν ἕλοιτο νοσεῖν ἰατρεύειν.

2.8.71

Εἰς Κόρινθον αὐτῷ πλέοντί ποτε καὶ χειμαζομένῳ συνέβη ταραχθῆναι. πρὸς οὖν τὸν εἰπόντα, ἡμεῖς μὲν οἱ ἰδιῶται οὐ δεδοίκαμεν, ὑμεῖς δʼ οἱ φιλόσοφοι δειλιᾶτε, οὐ γὰρ περὶ ὁμοίας, ἔφη, ψυχῆς ἀγωνιῶμεν ἑκάτεροι. σεμνυνομένου τινὸς ἐπὶ πολυμαθείᾳ ἔφη, ὥσπερ οὐχ οἱ τὰ πλεῖστα ἐσθίοντες καὶ γυμναζόμενοι ὑγιαίνουσι μᾶλλον τῶν τὰ δέοντα προσφερομένων, οὕτως οὐδὲ οἱ πολλὰ ἀλλʼ οἱ χρήσιμα ἀναγινώσκοντές εἰσι σπουδαῖοι. πρὸς τὸν ὑπὲρ αὐτοῦ λογογράφον δίκην εἰπόντα καὶ νικήσαντα, ἔπειτα φάσκοντα πρὸς αὐτόν, τί σε ὤνησε Σωκράτης; ἔφη, τοῦτο, τοὺς λόγους, οὓς εἶπας ὑπὲρ ἐμοῦ, ἀληθεῖς εἶναι.

2.8.72

Τὰ ἄριστα ὑπετίθετο τῇ θυγατρὶ Ἀρήτῃ, συνασκῶν αὐτὴν ὑπεροπτικὴν τοῦ πλέονος εἶναι. ἐρωτηθεὶς ὑπό τινος τί αὐτοῦ υἱὸς ἀμείνων ἔσται παιδευθείς, καὶ εἰ μηδὲν ἄλλο, εἶπεν, ἐν γοῦν τῷ θεάτρῳ οὐ καθεδεῖται λίθος ἐπὶ λίθῳ συνιστάντος τινὸς αὐτῷ υἱὸν ᾔτησε πεντακοσίας δραχμάς· τοῦ δʼ εἰπόντος, τοσούτου δύναμαι ἀνδράποδον ὠνήσασθαι, πρίω, ἔφη, καὶ ἕξεις δύο. ἀργύριον εἶπε παρὰ τῶν γνωρίμων λαμβάνειν, οὐχ ἵνʼ αὐτὸς χρῷτο, ἀλλʼ ἵνʼ ἐκεῖνοι εἰδεῖεν εἰς τίνα δεῖ χρῆσθαι τοῖς ἀργυρίοις. ὀνειδιζόμενός ποτε ὅτι δίκην ἔχων ἐμισθώσατο ῥήτορα, καὶ γάρ, ἔφη, ὅταν δεῖπνον ἔχω, μάγειρον μισθοῦμαι.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 2.8.68 Diog. Laert. 2.8.71 (English) >>Diog. Laert. 2.8.74

Powered by PhiloLogic