Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 2.8.71 Diog. Laert. 2.8.73 (English) >>Diog. Laert. 2.8.76

2.8.72

Τὰ ἄριστα ὑπετίθετο τῇ θυγατρὶ Ἀρήτῃ, συνασκῶν αὐτὴν ὑπεροπτικὴν τοῦ πλέονος εἶναι. ἐρωτηθεὶς ὑπό τινος τί αὐτοῦ υἱὸς ἀμείνων ἔσται παιδευθείς, καὶ εἰ μηδὲν ἄλλο, εἶπεν, ἐν γοῦν τῷ θεάτρῳ οὐ καθεδεῖται λίθος ἐπὶ λίθῳ συνιστάντος τινὸς αὐτῷ υἱὸν ᾔτησε πεντακοσίας δραχμάς· τοῦ δʼ εἰπόντος, τοσούτου δύναμαι ἀνδράποδον ὠνήσασθαι, πρίω, ἔφη, καὶ ἕξεις δύο. ἀργύριον εἶπε παρὰ τῶν γνωρίμων λαμβάνειν, οὐχ ἵνʼ αὐτὸς χρῷτο, ἀλλʼ ἵνʼ ἐκεῖνοι εἰδεῖεν εἰς τίνα δεῖ χρῆσθαι τοῖς ἀργυρίοις. ὀνειδιζόμενός ποτε ὅτι δίκην ἔχων ἐμισθώσατο ῥήτορα, καὶ γάρ, ἔφη, ὅταν δεῖπνον ἔχω, μάγειρον μισθοῦμαι.

2.8.73

Ἀναγκαζόμενός ποτε ὑπὸ Διονυσίου εἰπεῖν τι τῶν ἐκ φιλοσοφίας, γελοῖον, ἔφη, εἰ τὸ λέγειν μὲν παρʼ ἐμοῦ μανθάνεις, τὸ δὲ πότε δεῖ λέγειν σύ με διδάσκεις. ἐπὶ τούτῳ δὴ ἀγανακτήσαντα τὸν Διονύσιον ἔσχατον αὐτὸν κατακλῖναι· καὶ τόν, ἐνδοξότερον, φάναι, τὸν τόπον ἠθέλησας ποιῆσαι. αὐχοῦντός τινος ἐπὶ τῷ κολυμβᾶν, οὐκ αἰσχύνῃ, εἶπεν, ἐπὶ δελφῖνος ἔργοις ἀλαζονευόμενος; ἐρωτηθείς ποτε τίνι διαφέρει σοφὸς τοῦ μὴ σοφοῦ, ἔφη, εἰς ἀγνῶτας τοὺς δύο γυμνοὺς ἀπόστειλον, καὶ εἴσῃ. αὐχοῦντός τινος ἐπὶ τῷ πολλὰ πίνειν καὶ μὴ μεθύσκεσθαι, τοῦτο καὶ ἡμίονος, φησί.

2.8.74

Πρὸς τὸν αἰτιώμενον ὅτι ἑταίρᾳ συνοικεῖ, ἆρά γε, εἶπε, μή τι διενέγκαι <ἂν> οἰκίαν λαβεῖν ἐν πολλοί ποτε ᾤκησαν μηδείς, εἰπόντος δὲ οὔ, τί δὲ πλεῦσαι ἐν νηῒ μυρίοι ποτὲ ἐνέπλευσαν μηδείς; οὐδαμῶς. οὐδʼ ἄρα γυναικί, ἔφη, συνεῖναι πολλοὶ κέχρηνται μηδείς. πρὸς τὸν αἰτιώμενον ὅτι Σωκράτους μαθητὴς ὢν ἀργύριον λαμβάνει, καὶ μάλα, εἶπε· καὶ γὰρ Σωκράτης, πεμπόντων αὐτῷ τινων καὶ σῖτον καὶ οἶνον, ὀλίγα λαμβάνων τὰ λοιπὰ ἀπέπεμπεν· εἶχε γὰρ ταμίας τοὺς πρώτους Ἀθηναίων, ἐγὼ δʼ Εὐτυχίδην ἀργυρώνητον. ἐχρῆτο καὶ Λαΐδι τῇ ἑταίρᾳ, καθά φησι Σωτίων ἐν τῷ δευτέρῳ τῶν Διαδοχῶν.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 2.8.71 Diog. Laert. 2.8.73 (English) >>Diog. Laert. 2.8.76

Powered by PhiloLogic