Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 2.8.71 Diog. Laert. 2.8.74 (English) >>Diog. Laert. 2.8.77

2.8.73

Ἀναγκαζόμενός ποτε ὑπὸ Διονυσίου εἰπεῖν τι τῶν ἐκ φιλοσοφίας, γελοῖον, ἔφη, εἰ τὸ λέγειν μὲν παρʼ ἐμοῦ μανθάνεις, τὸ δὲ πότε δεῖ λέγειν σύ με διδάσκεις. ἐπὶ τούτῳ δὴ ἀγανακτήσαντα τὸν Διονύσιον ἔσχατον αὐτὸν κατακλῖναι· καὶ τόν, ἐνδοξότερον, φάναι, τὸν τόπον ἠθέλησας ποιῆσαι. αὐχοῦντός τινος ἐπὶ τῷ κολυμβᾶν, οὐκ αἰσχύνῃ, εἶπεν, ἐπὶ δελφῖνος ἔργοις ἀλαζονευόμενος; ἐρωτηθείς ποτε τίνι διαφέρει σοφὸς τοῦ μὴ σοφοῦ, ἔφη, εἰς ἀγνῶτας τοὺς δύο γυμνοὺς ἀπόστειλον, καὶ εἴσῃ. αὐχοῦντός τινος ἐπὶ τῷ πολλὰ πίνειν καὶ μὴ μεθύσκεσθαι, τοῦτο καὶ ἡμίονος, φησί.

2.8.74

Πρὸς τὸν αἰτιώμενον ὅτι ἑταίρᾳ συνοικεῖ, ἆρά γε, εἶπε, μή τι διενέγκαι <ἂν> οἰκίαν λαβεῖν ἐν πολλοί ποτε ᾤκησαν μηδείς, εἰπόντος δὲ οὔ, τί δὲ πλεῦσαι ἐν νηῒ μυρίοι ποτὲ ἐνέπλευσαν μηδείς; οὐδαμῶς. οὐδʼ ἄρα γυναικί, ἔφη, συνεῖναι πολλοὶ κέχρηνται μηδείς. πρὸς τὸν αἰτιώμενον ὅτι Σωκράτους μαθητὴς ὢν ἀργύριον λαμβάνει, καὶ μάλα, εἶπε· καὶ γὰρ Σωκράτης, πεμπόντων αὐτῷ τινων καὶ σῖτον καὶ οἶνον, ὀλίγα λαμβάνων τὰ λοιπὰ ἀπέπεμπεν· εἶχε γὰρ ταμίας τοὺς πρώτους Ἀθηναίων, ἐγὼ δʼ Εὐτυχίδην ἀργυρώνητον. ἐχρῆτο καὶ Λαΐδι τῇ ἑταίρᾳ, καθά φησι Σωτίων ἐν τῷ δευτέρῳ τῶν Διαδοχῶν. 2.8.75 πρὸς οὖν τοὺς μεμφομένους αὐτῷ ἔφη, ἔχω Λαΐδα, ἀλλʼ οὐκ ἔχομαι· ἐπεὶ τὸ κρατεῖν καὶ μὴ ἡττᾶσθαι ἡδονῶν ἄριστον, οὐ τὸ μὴ χρῆσθαι. πρὸς τὸν ὀνειδίσαντα αὐτῷ πολυτελῆ ὀψωνίαν ἔφη, σὺ δʼ οὐκ ἂν τριωβόλου ταῦτʼ ἐπρίω; ὁμολογήσαντος δέ, οὐκέτι τοίνυν, ἔφη, φιλήδονος ἐγώ, ἀλλὰ σὺ φιλάργυρος. Σίμου ποτὲ τοῦ Διονυσίου ταμίου πολυτελεῖς οἴκους αὐτῷ καὶ λιθοστρώτους δεικνύντος - ἦν δὲ Φρὺξ καὶ ὄλεθρος - ἀναχρεμψάμενος προσέπτυσε τῇ ὄψει· τοῦ δʼ ἀγανακτήσαντος, οὐκ εἶχον, εἶπε, τόπον ἐπιτηδειότερον.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 2.8.71 Diog. Laert. 2.8.74 (English) >>Diog. Laert. 2.8.77

Powered by PhiloLogic