Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 2.8.73 Diog. Laert. 2.8.76 (English) >>Diog. Laert. 2.8.79

2.8.75 πρὸς οὖν τοὺς μεμφομένους αὐτῷ ἔφη, ἔχω Λαΐδα, ἀλλʼ οὐκ ἔχομαι· ἐπεὶ τὸ κρατεῖν καὶ μὴ ἡττᾶσθαι ἡδονῶν ἄριστον, οὐ τὸ μὴ χρῆσθαι. πρὸς τὸν ὀνειδίσαντα αὐτῷ πολυτελῆ ὀψωνίαν ἔφη, σὺ δʼ οὐκ ἂν τριωβόλου ταῦτʼ ἐπρίω; ὁμολογήσαντος δέ, οὐκέτι τοίνυν, ἔφη, φιλήδονος ἐγώ, ἀλλὰ σὺ φιλάργυρος. Σίμου ποτὲ τοῦ Διονυσίου ταμίου πολυτελεῖς οἴκους αὐτῷ καὶ λιθοστρώτους δεικνύντος - ἦν δὲ Φρὺξ καὶ ὄλεθρος - ἀναχρεμψάμενος προσέπτυσε τῇ ὄψει· τοῦ δʼ ἀγανακτήσαντος, οὐκ εἶχον, εἶπε, τόπον ἐπιτηδειότερον.

2.8.76

Πρὸς Χαρώνδαν εἰπόντα, οἱ δὲ πρὸς Φαίδωνα, τίς μεμυρισμένος; ἐγώ, φησίν, κακοδαίμων, κἀμοῦ κακοδαιμονέστερος Περσῶν βασιλεύς. ἀλλʼ ὅρα μὴ ὡς οὐδὲν τῶν ἄλλων ζῴων παρὰ τοῦτό τι ἐλαττοῦται, οὕτως οὐδʼ ἂν ἄνθρωπος. κακοὶ κακῶς δʼ ἀπόλοιντο οἱ κίναιδοι, οἵτινες καλὸν ἡμῖν ἄλειμμα διαβάλλουσιν. ἐρωτώμενος πῶς ἀπέθανε Σωκράτης, ἔφη, ὡς ἂν ἐγὼ εὐξαίμην. Πολυξένου ποτὲ τοῦ σοφιστοῦ εἰσελθόντος πρὸς αὐτὸν καὶ θεασαμένου γυναῖκάς τε καὶ πολυτελῆ ὀψωνίαν, ἔπειτα αἰτιασαμένου, μικρὸν διαλιπών, δύνασαι, ἔφη, καὶ σὺ σήμερον μεθʼ ἡμῶν γενέσθαι; 2.8.77 τοῦ δʼ ἐπινεύσαντος, τί οὖν, ἔφη, ἐμέμφου; ἔοικας γὰρ οὐ τὴν ὀψωνίαν ἀλλὰ τὸ ἀνάλωμα αἰτιᾶσθαι. τοῦ δὲ θεράποντος ἐν ὁδῷ βαστάζοντος ἀργύριον καὶ βαρυνομένου, ὥς φασιν οἱ περὶ τὸν Βίωνα ἐν ταῖς Διατριβαῖς, ἀπόχεε, ἔφη, τὸ πλέον καὶ ὅσον δύνασαι βάσταζε. πλέων ποτὲ ἐπεὶ τὸ σκάφος ἔγνω πειρατικόν, λαβὼν τὸ χρυσίον ἠρίθμει· ἔπειτα εἰς θάλατταν ὡς μὴ θέλων παρακατέβαλε καὶ δῆθεν ἀνῴμωξεν. οἱ δὲ καὶ ἐπειπεῖν φασιν αὐτὸν ὡς ἄμεινον ταῦτα διʼ Ἀρίστιππον διὰ ταῦτα Ἀρίστιππον ἀπολέσθαι. Διονυσίου ποτʼ ἐρομένου ἐπὶ τί ἥκοι, ἔφη ἐπὶ τῷ μεταδώσειν ὧν ἔχοι, καὶ μεταλήψεσθαι ὧν μὴ ἔχοι.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 2.8.73 Diog. Laert. 2.8.76 (English) >>Diog. Laert. 2.8.79

Powered by PhiloLogic