Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 2.8.77 Diog. Laert. 2.8.80 (English) >>Diog. Laert. 2.8.83

2.8.79

Δεόμενός ποτε ὑπὲρ φίλου Διονυσίου καὶ μὴ ἐπιτυγχάνων εἰς τοὺς πόδας αὐτοῦ ἔπεσε· πρὸς οὖν τὸν ἐπισκώψαντα, οὐκ ἐγώ, φησίν, αἴτιος, ἀλλὰ Διονύσιος ἐν τοῖς ποσὶ τὰς ἀκοὰς ἔχων. διατρίβων ἐν Ἀσίᾳ καὶ ληφθεὶς ὑπὸ Ἀρταφέρνου τοῦ σατράπου πρὸς τὸν εἰπόντα, καὶ ὧδε θαρρεῖς, πότε γάρ, εἶπεν, μάταιε, θαρρήσαιμι ἀν μᾶλλον νῦν, ὅτε μέλλω Ἀρταφέρνῃ διαλέξεσθαι; τοὺς τῶν ἐγκυκλίων παιδευμάτων μετασχόντας, φιλοσοφίας δὲ ἀπολειφθέντας ὁμοίους ἔλεγεν εἶναι τοῖς τῆς Πηνελόπης μνηστῆρσι· καὶ γὰρ ἐκείνους Μελανθὼ μὲν καὶ Πολυδώραν καὶ τὰς ἄλλας θεραπαίνας ἔχειν, πάντα δὲ μᾶλλον αὐτὴν τὴν δέσποιναν δύνασθαι γῆμαι. 2.8.80 τὸ δʼ ὅμοιον καὶ Ἀρίστων· τὸν γὰρ Ὀδυσσέα καταβάντα εἰς ᾅδου τοὺς μὲν νεκροὺς πάντας σχεδὸν ἑωρακέναι καὶ συντετυχηκέναι, τὴν δὲ βασίλισσαν αὐτὴν μὴ τεθεᾶσθαι.

δʼ οὖν Ἀρίστιππος ἐρωτηθεὶς τίνα ἐστὶν δεῖ τοὺς καλοὺς παῖδας μανθάνειν, ἔφη, οἷς ἄνδρες γενόμενοι χρήσονται. πρὸς τὸν εἰπόντα ἐν αἰτίᾳ ὡς ἀπὸ Σωκράτους πρὸς Διονύσιον ἔλθοι, ἀλλὰ πρὸς Σωκράτην μέν, εἶπεν, ἦλθον παιδείας ἕνεκεν, πρὸς δὲ Διονύσιον παιδιᾶς. ἐξ ὁμιλίας αὐτῷ χρηματισαμένῳ φησὶ Σωκράτης, πόθεν σοι τοσαῦτα; καὶ ὅς, ὅθεν σοι τὰ ὀλίγα.

2.8.81

Ἑταίρας εἰπούσης πρὸς αὐτόν, ἐκ σοῦ κυῶ, οὐ μᾶλλον, ἔφη, γινώσκεις εἰ διʼ ὁλοσχοίνων ἰοῦσα ἔφασκες ὑπὸ τοῦδε κεκεντῆσθαι. ᾐτιάσατό τις αὐτὸν τὸν υἱὸν ἀπορριπτοῦντα ὥσπερ οὐκ ἐξ ἑαυτοῦ γεγονότα· καὶ ὅς, καὶ τὸ φλέγμα, φησί, καὶ τοὺς φθεῖρας ἐξ ἡμῶν ἴσμεν γεννωμένους, ἀλλʼ ἀχρεῖα ὄντα ὡς πορρωτάτω ῥιπτοῦμεν. ἐκδεξάμενος τὸ ἀργύριον παρὰ Διονυσίου, Πλάτωνος ἄραντος βιβλίον, πρὸς τὸν αἰτιασάμενον, ἐγὼ μὲν γάρ, εἶπεν, ἀργυρίων, Πλάτων δὲ βιβλίων ἐστὶν ἐνδεής. πρὸς τὸν εἰπόντα τίνος ἕνεκα ἐλέγχεται παρὰ Διονυσίου, οὗ ἕνεκα, φησίν, οἱ ἄλλοι ἐλέγχουσιν.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 2.8.77 Diog. Laert. 2.8.80 (English) >>Diog. Laert. 2.8.83

Powered by PhiloLogic