Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 2.8.81 Diog. Laert. 2.8.84 (English) >>Diog. Laert. 2.8.86

2.8.83 μνημόνευε τοίνυν, εἶπεν Ἀρίστιππος, ὅτι σοι πρότερος πρεσβύτερος ὢν προσῆλθον. καὶ Αἰσχίνης, εὖγε, νὴ τὴν Ἥραν, εὐλόγως εἶπας, ἐπεὶ πολλῷ μου βελτίων ὑπάρχεις· ἐγὼ μὲν γὰρ ἔχθρας, σὺ δὲ φιλίας ἄρχεις. καὶ ταῦτα μὲν εἰς αὐτὸν ἀναφέρεται.

Γεγόνασι δʼ Ἀρίστιπποι τέσσαρες· περὶ οὗ τε λόγος καὶ δεύτερος τὰ περὶ Ἀρκαδίας γεγραφώς· τρίτος μητροδίδακτος, θυγατριδοῦς τοῦ πρώτου· τέταρτος ἐκ τῆς νεωτέρας Ἀκαδημείας.

Τοῦ δὲ Κυρηναϊκοῦ φιλοσόφου φέρεται βιβλία τρία μὲν ἱστορίας τῶν κατὰ Λιβύην, ἀπεσταλμένα Διονυσίῳ· ἓν δὲ ἐν διάλογοι πέντε καὶ εἴκοσιν, οἱ μὲν Ἀτθίδι, οἱ δὲ Δωρίδι διαλέκτῳ γεγραμμένοι οἵδε·

2.8.84

Ἀρτάβαζος.

Πρὸς τοὺς ναυαγούς.

Πρὸς τοὺς φυγάδας.

Πρὸς πτωχόν.

Πρὸς Λαΐδα.

Πρὸς Πῶρον.

Πρὸς Λαΐδα περὶ τοῦ κατόπτρου.

Ἑρμείας.

Ἐνύπνιον.

Πρὸς τὸν ἐπὶ τῆς κύλικος.

Φιλόμηλος.

Πρὸς τοὺς οἰκείους.

Πρὸς τοὺς ἐπιτιμῶντας ὅτι κέκτηται οἶνον παλαιὸν καὶ ἑταίρας.

Πρὸς τοὺς ἐπιτιμῶντας ὅτι πολυτελῶς ὀψωνεῖ.

Ἐπιστολὴ πρὸς Ἀρήτην τὴν θυγατέρα.

Πρὸς τὸν εἰς Ὀλυμπίαν γυμνάζοντα ἑαυτόν.

Ἐρώτησις.

Ἄλλη Ἐρώτησις.

Χρεία πρὸς Διονύσιον.

Ἄλλη ἐπὶ τῆς εἰκόνος.

Ἄλλη ἐπὶ τῆς Διονυσίου θυγατρός.

Πρὸς τὸν οἰόμενον ἀτιμάζεσθαι.

Πρὸς τὸν συμβουλεύειν ἐπιχειροῦντα.

Ἔνιοι δὲ καὶ διατριβῶν αὐτόν φασιν ἓξ γεγραφέναι, οἱ δʼ οὐδʼ ὅλως γράψαι· ὧν ἐστι καὶ Σωσικράτης Ῥόδιος.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 2.8.81 Diog. Laert. 2.8.84 (English) >>Diog. Laert. 2.8.86

Powered by PhiloLogic