Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 2.8.84 Diog. Laert. 2.8.86 (English) >>Diog. Laert. 2.8.89

2.8.85

Κατὰ δὲ Σωτίωνα ἐν δευτέρῳ καὶ Παναίτιον ἔστιν αὐτῷ συγγράμματα τάδε·

Περὶ παιδείας.

Περὶ ἀρετῆς.

Προτρεπτικός.

Ἀρτάβαζος.

Ναυαγοί.

Φυγάδες.

Διατριβῶν ἕξ.

Χρειῶν τρία.

Πρὸς Λαΐδα.

Πρὸς Πῶρον.

Πρὸς Σωκράτην.

Περὶ τύχης.

Τέλος δʼ ἀπέφαινε τὴν λείαν κίνησιν εἰς αἴσθησιν ἀναδιδομένην.

Ἡμεῖς δʼ ἐπειδὴ τὸν βίον ἀνεγράψαμεν αὐτοῦ, φέρε νῦν διέλθωμεν τοὺς ἀπʼ αὐτοῦ Κυρηναϊκούς, οἵ τινες ἑαυτοὺς οἱ μὲν Ἡγησιακούς, οἱ δὲ Ἀννικερείους, οἱ δὲ Θεοδωρείους προσωνόμαζον. οὐ μὴν ἀλλὰ καὶ τοὺς ἀπὸ Φαίδωνος, ὧν τοὺς κορυφαιοτάτους Ἐρετρικούς. 2.8.86 ἔχει δὲ οὕτως· Ἀριστίππου διήκουσεν θυγάτηρ Ἀρήτη καὶ Αἰθίοψ Πτολεμαεὺς καὶ Ἀντίπατρος Κυρηναῖος· Ἀρήτης δὲ Ἀρίστιππος μητροδίδακτος ἐπικληθείς, οὗ Θεόδωρος ἄθεος, εἶτα θεός· Ἀντιπάτρου δʼ Ἐπιτιμίδης Κυρηναῖος, οὗ Παραιβάτης, οὗ Ἡγησίας πεισιθάνατος καὶ Ἀννίκερις Πλάτωνα λυτρωσάμενος.

Οἱ μὲν οὖν ἐπὶ τῆς ἀγωγῆς τῆς Ἀριστίππου μείναντες καὶ Κυρηναϊκοὶ προσαγορευθέντες δόξαις ἐχρῶντο τοιαύταις· δύο πάθη ὑφίσταντο, πόνον καὶ ἡδονήν, τὴν μὲν λείαν κίνησιν, τὴν ἡδονήν, τὸν δὲ πόνον τραχεῖαν κίνησιν. 2.8.87 μὴ διαφέρειν τε ἡδονὴν ἡδονῆς, μηδὲ ἥδιόν τι εἶναι· καὶ τὴν μὲν εὐδοκητὴν πᾶσι ζῴοις, τὸν δʼ ἀποκρουστικόν. ἡδονὴν μέντοι τὴν τοῦ σώματος, ἣν καὶ τέλος εἶναι, καθά φησι καὶ Παναίτιος ἐν τῷ Περὶ τῶν αἱρέσεων, οὐ τὴν καταστηματικὴν ἡδονὴν τὴν ἐπʼ ἀναιρέσει ἀλγηδόνων καὶ οἷον ἀνοχλησίαν, ἣν Ἐπίκουρος ἀποδέχεται καὶ τέλος εἶναί φησι. δοκεῖ δʼ αὐτοῖς καὶ τέλος εὐδαιμονίας διαφέρειν. τέλος μὲν γὰρ εἶναι τὴν κατὰ μέρος ἡδονήν, εὐδαιμονίαν δὲ τὸ ἐκ τῶν μερικῶν ἡδονῶν σύστημα, αἷς συναριθμοῦνται καὶ αἱ παρῳχηκυῖαι καὶ αἱ μέλλουσαι.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 2.8.84 Diog. Laert. 2.8.86 (English) >>Diog. Laert. 2.8.89

Powered by PhiloLogic