2.8.98
Ἤκουσε δὲ καὶ Ἀννικέριδος ὁ Θεόδωρος καὶ Διονυσίου τοῦ διαλεκτικοῦ, καθά φησιν Ἀντισθένης ἐν Φιλοσόφων διαδοχαῖς. τέλος δʼ ὑπελάμβανε χαρὰν καὶ λύπην· τὴν μὲν ἐπὶ φρονήσει, τὴν δʼ ἐπὶ ἀφροσύνῃ· ἀγαθὰ δὲ φρόνησιν καὶ δικαιοσύνην, κακὰ δὲ τὰς ἐναντίας ἕξεις, μέσα δὲ ἡδονὴν καὶ πόνον. ἀνῄρει δὲ καὶ φιλίαν, διὰ τὸ μήτʼ ἐν ἄφροσιν αὐτὴν εἶναι, μήτʼ ἐν σοφοῖς. τοῖς μὲν γὰρ τῆς χρείας ἀναιρεθείσης καὶ τὴν φιλίαν ἐκποδὼν εἶναι· τοὺς δὲ σοφοὺς αὐτάρκεις ὑπάρχοντας μὴ δεῖσθαι φίλων. ἔλεγε δὲ καὶ εὔλογον εἶναι τὸν σπουδαῖον ὑπὲρ τῆς πατρίδος μὴ ἐξαγαγεῖν αὑτόν· οὐ γὰρ ἀποβαλεῖν τὴν φρόνησιν ἕνεκα τῆς τῶν ἀφρόνων ὠφελείας.
2.8.99
Εἶναί τε πατρίδα τὸν κόσμον. κλέψειν τε καὶ μοιχεύσειν καὶ ἱεροσυλήσειν ἐν καιρῷ· μηδὲν γὰρ τούτων φύσει αἰσχρὸν εἶναι, τῆς ἐπʼ αὐτοῖς δόξης αἰρομένης, ἣ σύγκειται ἕνεκα τῆς τῶν ἀφρόνων συνοχῆς. φανερῶς δὲ τοῖς ἐρωμένοις ἄνευ πάσης ὑφοράσεως χρήσεσθαι τὸν σοφόν. διὸ καὶ τοιούτους λόγους ἠρώτα· ἆρά γε γυνὴ γραμματικὴ χρήσιμος ἂν εἴη παρʼ ὅσον γραμματική ἐστι; ναί. καὶ παῖς καὶ νεανίσκος γραμματικὸς χρήσιμος ἂν εἴη παρʼ ὅσον γραμματικός ἐστι; ναί. οὐκοῦν καὶ γυνὴ καλὴ χρησίμη ἂν εἴη παρʼ ὅσον καλή ἐστι, καὶ παῖς καὶ νεανίσκος καλὸς χρήσιμος ἂν εἴη παρʼ ὅσον καλός ἐστι; ναί. καὶ παῖς ἄρα καὶ νεανίσκος καλὸς πρὸς τοῦτʼ ἂν εἴη χρήσιμος πρὸς ὃ καλός ἐστι; ναί.