Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.101 Diog. Laert. 3.1.104 (English) >>Diog. Laert. 3.1.106

3.1.103

Εὐνομία διαιρεῖται εἰς τρία· ἓν μέν, ἐὰν ὦσιν οἱ νόμοι σπουδαῖοι, εὐνομίαν φαμὲν εἶναι· ἕτερον δέ, ἐὰν τοῖς κειμένοις νόμοις ἐμμένωσιν οἱ πολῖται, καὶ τοῦτό φαμεν εὐνομίαν εἶναι· τρίτον δέ, ἐὰν μὴ ὄντων τῶν νόμων κατὰ ἔθη καὶ ἐπιτηδεύματα χρηστῶς πολιτεύωνται, καὶ τοῦτο εὐνομίαν προσαγορεύομεν· τῆς εὐνομίας ἄρα ἓν μέν ἐστι νόμους σπουδαίους εἶναι· ἄλλο δέ, ἐὰν τοῖς οὖσι νόμοις ἐμμένωσι· τρίτον δέ, ἐὰν ἔθεσι καὶ ἐπιτηδεύμασι χρηστοῖς πολιτεύωνται.

Διαιρεῖται ἀνομία εἰς τρία· ὧν ἓν μέν ἐστιν, ἐὰν ὦσιν οἱ νόμοι μοχθηροὶ καὶ πρὸς ξένους καὶ πρὸς πολίτας· 3.1.104 ἕτερον δέ, ἐὰν τοῖς ὑπάρχουσι μὴ πείθωνται· ἄλλο δέ, ἐὰν ὅλως μηδεὶς νόμος. τῆς ἄρα ἀνομίας ἓν μέν ἐστι τὸ μοχθηροὺς εἶναι τοὺς νόμους· ἄλλο δέ, ἐὰν τοῖς οὖσι μὴ πείθωνται· τρίτον δέ, ἐὰν μηδεὶς νόμος.

Τὰ ἐναντία διαιρεῖται εἰς τρία· οἷον ἀγαθὰ κακοῖς ἐναντία φαμὲν εἶναι, ὡς τὴν δικαιοσύνην τῇ ἀδικίᾳ καὶ τὴν φρόνησιν τῇ ἀφροσύνῃ καὶ τὰ τοιαῦτα. κακὰ δὲ κακοῖς ἐναντία ἐστίν, οἷον ἀσωτία τῇ ἀνελευθερίᾳ καὶ τὸ ἀδίκως στρεβλοῦσθαι τῷ δικαίως στρεβλοῦσθαι· καὶ τὰ τοιαῦτα κακὰ κακοῖς ἐναντία ἐστί. τὸ δὲ βαρὺ τῷ κούφῳ καὶ τὸ ταχὺ τῷ βραδεῖ καὶ τὸ μέλαν τῷ λευκῷ ὡς οὐδέτερα οὐδετέροις ἐναντία ἐστίν.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.101 Diog. Laert. 3.1.104 (English) >>Diog. Laert. 3.1.106

Powered by PhiloLogic