3.1.106
Ἡ συμβουλία διαιρεῖται εἰς τρία· ἔστι γὰρ αὐτῆς ἓν μὲν ἐκ τῶν παροιχομένων χρόνων λαμβανόμενον, ἓν δὲ ἐκ τῶν μελλόντων, ἓν δὲ ἐκ τῶν ἐνεστώτων. τὰ μὲν οὖν ἐκ τῶν παροιχομένων παραδείγματα, οἷον τί ἔπαθον Λακεδαιμόνιοι πιστεύσαντες· τὰ δʼ ἐκ τῶν παρόντων, οἷον ἀποφαίνειν τείχη ἀσθενῆ, δειλοὺς ἀνθρώπους, σῖτον ὀλίγον· τὰ δʼ ἐκ τῶν μελλόντων, οἷον ταῖς ὑπονοίαις μὴ ἀδικεῖν τὰς πρεσβείας, ὅπως μὴ ἄδοξος ἡ Ἑλλὰς γένηται. τῆς ἄρα συμβουλίας τὰ μέν ἐστιν ἐκ τῶν παροιχομένων, τὰ δʼ ἐκ τῶν παρόντων, τὰ δʼ ἐκ τῶν μελλόντων.
3.1.107
Ἡ φωνὴ διαιρεῖται εἰς δύο· ἓν μὲν αὐτῆς ἐστιν ἔμψυχον, ἓν δὲ ἄψυχον. ἔμψυχον μὲν ἡ τῶν ζῴων φωνή, ἄψυχον δὲ φθόγγοι καὶ ἦχοι. τῆς τοῦ ἐμψύχου φωνῆς ἡ μέν ἐστιν ἐγγράμματος, ἡ δὲ ἀγράμματος. ἐγγράμματος μὲν ἡ τῶν ἀνθρώπων, ἀγράμματος δὲ ἡ τῶν ζῴων. τῆς ἄρα φωνῆς ἡ μὲν ἔμψυχος, ἡ δὲ ἄψυχος.
Τῶν ὄντων ἐστὶ τὰ μὲν μεριστά, τὰ δὲ ἀμέριστα. τούτων δὲ τῶν μεριστῶν τὰ μὲν ὁμοιομερῆ, τὰ δὲ ἀνομοιομερῆ. ἀμερῆ μὲν οὖν ἐστιν ὅσα μὴ ἔχει διαίρεσιν μηδὲ ἔκ τινος σύγκειται, οἷον ἥ τε μονὰς καὶ ἡ στιγμὴ καὶ ὁ φθόγγος· μεριστὰ δὲ ὅσα ἔκ τινος σύγκειται, οἷον αἵ τε συλλαβαὶ καὶ συμφωνίαι καὶ ζῷα καὶ ὕδωρ καὶ χρυσός.