3.1.108 ὁμοιομερῆ ὅσα ἐξ ὁμοίων σύγκειται καὶ μηδὲν διαφέρει τὸ ὅλον τοῦ μέρους εἰ μὴ τῷ πλήθει, οἷον τὸ ὕδωρ καὶ τὸ χρυσίον καὶ πᾶν τὸ χυτὸν καὶ τὸ τοιοῦτον. ἀνομοιομερῆ δὲ ὅσα ἐξ ἀνομοίων μερῶν σύγκειται, οἷον οἰκία καὶ τὰ τοιαῦτα. τῶν ὄντων ἄρα τὰ μέν ἐστι μεριστά, τὰ δὲ ἀμερῆ· τῶν δὲ μεριστῶν τὰ μὲν ὁμοιομερῆ, τὰ δὲ ἀνομοιομερῆ.
Τῶν ὄντων τὰ μέν ἐστι καθʼ ἑαυτά, τὰ δὲ πρός τι λέγεται. τὰ μὲν οὖν καθʼ ἑαυτὰ λεγόμενά ἐστιν ὅσα ἐν τῇ ἑρμηνείᾳ μηδενὸς προσδεῖται· ταῦτα δʼ ἂν εἴη οἷον ἄνθρωπος, ἵππος καὶ τἆλλα ζῷα.
3.1.109 τούτων γὰρ οὐδὲν διʼ ἑρμηνείας χωρεῖ. τῶν δὲ πρός τι λεγομένων ὅσα προσδεῖταί τινος ἑρμηνείας, οἷον τὸ μεῖζόν τινος καὶ τὸ θᾶττόν τινος καὶ τὸ κάλλιον καὶ τὰ τοιαῦτα· τό τε γὰρ μεῖζον ἐλάττονός ἐστι μεῖζον καὶ τὸ θᾶττόν τινός ἐστι <θᾶττον>. τῶν ὄντων ἄρα τὰ μὲν αὐτὰ καθʼ αὑτὰ λέγεται, τὰ δὲ πρός τι. ὧδε καὶ τὰ πρῶτα διῄρει κατὰ τὸν Ἀριστοτέλην.
Γέγονε δὲ καὶ ἄλλος Πλάτων φιλόσοφος Ῥόδιος, μαθητὴς Παναιτίου, καθά φησι Σέλευκος ὁ γραμματικὸς ἐν πρώτῳ Περὶ φιλοσοφίας· καὶ ἄλλος, περιπατητικός, μαθητὴς Ἀριστοτέλους· καὶ ἕτερος Πραξιφάνους· καὶ ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητής.