Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.8 Diog. Laert. 3.1.11 (English) >>Diog. Laert. 3.1.13

3.1.10 διαμένον ἀλλʼ ἀεὶ ῥέον καὶ μεταβάλλον, ὡς ἐξ ὧν ἄν τις ἀνέλῃ τὸν ἀριθμόν, τούτων οὔτε ἴσων οὔτε τινῶν οὔτε ποσῶν οὔτε ποιῶν ὄντων. ταῦτα δʼ ἐστὶν ὧν ἀεὶ γένεσις, οὐσία δὲ μηδέποτε πέφυκε. νοητὸν δὲ ἐξ οὗ μηθὲν ἀπογίνεται μηδὲ προσγίνεται. τοῦτο δʼ ἐστὶν τῶν ἀιδίων φύσις, ἣν ὁμοίαν τε καὶ τὴν αὐτὴν ἀεὶ συμβέβηκεν εἶναι. καὶ μὴν γε Ἐπίχαρμος περὶ τῶν αἰσθητῶν καὶ νοητῶν ἐναργῶς εἴρηκεν·

-ἀλλʼ ἀεί τοι θεοὶ παρῆσαν χὐπέλιπον οὐ πώποκα, τάδε δʼ ἀεὶ πάρεσθʼ ὁμοῖα διά τε τῶν αὐτῶν ἀεί. -ἀλλὰ λέγεται μὰν χάος πρᾶτον γενέσθαι τῶν θεῶν.

-πῶς δέ κα; μὴ ἔχον γʼ ἀπὸ τίνος μηδʼ ἐς τι πρᾶτον μόλοι.

-οὐκ ἄρʼ ἔμολε πρᾶτον οὐθέν; -οὐδὲ μὰ Δία δεύτερον,

3.1.11

τῶνδέ γε ὧν ἁμὲς νῦν ὧδε λέγομες ἀλλʼ ἀεὶ τάδʼ ἦν note . . .

αἰ πὸτ ἀριθμόν τις περισσόν, αἰ δὲ λῇς, πὸτ ἄρτιον,

ποτθέμειν λῇ ψᾶφον καὶ τᾶν ὑπαρχουσᾶν λαβεῖν,

δοκεῖ κά τοί γʼ ἔθʼ ωὑτὸς εἶμεν; - οὐκ ἐμίν γα κά.

-οὐδὲ μὰν οὐδʼ αἰ ποτὶ μέτρον παχυαῖον ποτθέμειν

λῇ τις ἕτερον μᾶκος τοῦ πρόσθʼ ἐόντος ἀποταμεῖν,

ἔτι χʼ ὑπάρχοι κῆνο τὸ μέτρον; -οὐ γάρ. -ὧδε νῦν ὅρη

καὶ τὸς ἀνθρώπως· μὲν γὰρ αὔξεθʼ, δέ γα μὰν φθίνει,

ἐν μεταλλαγᾷ δὲ πάντες ἐντὶ πάντα τὸν χρόνον.

δὲ μεταλλάσσει κατὰ φύσιν κοὔποκʼ ἐν ταὐτῷ μένει,

ἕτερον εἴη κα τόδʼ <>εὶ τῶ παρεξεστακότος.

καὶ τὺ δὴ κἀγὼ χθὲς ἄλλοι καί νυν ἄλλοι τελέθομες

καὖθις ἄλλοι κοὔποχʼ ωὑτοὶ κατά <γα τοῦτον> τὸν λόγον.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.8 Diog. Laert. 3.1.11 (English) >>Diog. Laert. 3.1.13

Powered by PhiloLogic