Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.12 Diog. Laert. 3.1.14 (English) >>Diog. Laert. 3.1.17

3.1.13 καλὸν καὶ ἀγαθὸν καὶ δίκαιον καὶ τὰ τοιαῦτα ὑποθέσθαι· τρίτον τῶν ἰδεῶν συνιδεῖν ὅσαι πρὸς ἀλλήλας εἰσίν, οἷον ἐπιστήμην μέγεθος δεσποτείαν <ἐνθυμουμένους ὅτι τὰ παρʼ ἡμῖν διὰ τὸ μετέχειν ἐκείνων ὁμώνυμα ἐκείνοις ὑπάρχει· λέγω δὲ οἷον δίκαια μὲν ὅσα τοῦ δικαίου, καλὰ δὲ ὅσα τοῦ καλοῦ>. ἔστι δὲ τῶν εἰδῶν ἓν ἕκαστον ἀίδιόν τε καὶ νόημα καὶ πρὸς τούτοις ἀπαθές. διὸ καί φησιν ἐν τῇ φύσει τὰς ἰδέας ἑστάναι καθάπερ παραδείγματα, τὰ δʼ ἄλλα ταύταις ἐοικέναι τούτων ὁμοιώματα καθεστῶτα. τοίνυν Ἐπίχαρμος περί τε τοῦ ἀγαθοῦ καὶ περὶ τῶν ἰδεῶν οὕτω λέγει·

3.1.14

ἆρʼ ἔστιν αὔλησίς τι πρᾶγμα; -πάνυ μὲν οὖν.

-ἄνθρωπος οὖν αὔλησίς ἐστιν; -οὐθαμῶς.

-φέρʼ ἴδω, τί δʼ αὐλητάς; τίς εἶμέν τοι δοκεῖ;

ἄνθρωπος; οὐ γάρ; -πάνυ μὲν οὖν. -οὐκ οὖν δοκεῖς

οὕτως ἔχειν <κα> καὶ περὶ τἀγαθοῦ; τὸ μὲν ἀγαθόν τι πρᾶγμʼ εἶμεν καθʼ αὕθʼ, ὅστις δέ κα εἰδῇ μαθὼν τῆνʼ, ἀγαθὸς ἤδη γίγνεται. ὥσπερ γάρ ἐστʼ αὔλησιν αὐλητὰς μαθὼν ὄρχησιν ὀρχηστάς τις πλοκεὺς πλοκάν, πᾶν γʼ ὁμοίως τῶν τοιούτων τι τὺ λῇς, οὔ χʼ αὑτὸς εἴη χἀ τέχνα, τεχνικός γα μάν.

3.1.15

Πλάτων ἐν τῇ περὶ τῶν ἰδεῶν ὑπολήψει φησίν, εἴπερ ἐστὶ μνήμη, τὰς ἰδέας ἐν τοῖς οὖσιν ὑπάρχειν διὰ τὸ τὴν μνήμην ἠρεμοῦντός τινος καὶ μένοντος εἶναι· μένειν δὲ οὐδὲν ἕτερον τὰς ἰδέας. τίνα γὰρ ἂν τρόπον, φησί, διεσῴζετο τὰ ζῷα μὴ τῆς ἰδίας ἐφαπτόμενα καὶ πρὸς τοῦτο τὸν νοῦν φυσικὸν εἰληφότα; νῦν δὲ μνημονεύει τῆς ὁμοιότητός τε καὶ τροφῆς, ὁποία τις ἐστὶν αὐτοῖς, ἐνδεικνύμενα διότι πᾶσι τοῖς ζῴοις ἔμφυτός ἐστιν τῆς ὁμοιότητος θεωρία· διὸ καὶ τῶν ὁμοφύλων αἰσθάνεται. πῶς οὖν Ἐπίχαρμος;



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.12 Diog. Laert. 3.1.14 (English) >>Diog. Laert. 3.1.17

Powered by PhiloLogic