3.1.20
Λυτροῦται δὴ αὐτὸν κατὰ τύχην παρὼν Ἀννίκερις ὁ Κυρηναῖος εἴκοσι μνῶν - οἱ δὲ τριάκοντα - καὶ ἀναπέμπει Ἀθήναζε πρὸς τοὺς ἑταίρους. οἱ δʼ εὐθὺς τἀργύριον ἐξέπεμψαν· ὅπερ οὐ προσήκατο εἰπὼν μὴ μόνους ἐκείνους ἀξίους εἶναι Πλάτωνος κήδεσθαι. ἔνιοι δὲ καὶ Δίωνα ἀποστεῖλαί φασι τὸ ἀργύριον καὶ τὸν μὴ προσέσθαι, ἀλλὰ καὶ κηπίδιον αὐτῷ τὸ ἐν Ἀκαδημείᾳ πρίασθαι. τὸν μέντοι Πόλλιν λόγος ὑπό τε Χαβρίου ἡττηθῆναι καὶ μετὰ ταῦτα ἐν Ἑλίκῃ καταποντωθῆναι τοῦ δαιμονίου μηνίσαντος διὰ τὸν φιλόσοφον, ὡς καὶ Φαβωρῖνός φησιν ἐν πρώτῳ τῶν Ἀπομνημονευμάτων.
3.1.21 οὐ μὴν ἡσύχαζεν ὁ Διονύσιος· μαθὼν δὲ ἐπέστειλε Πλάτωνι μὴ κακῶς ἀγορεύειν αὐτόν. καὶ ὃς ἀντεπέστειλε μὴ τοσαύτην αὐτῷ σχολὴν εἶναι ὥστε Διονυσίου μεμνῆσθαι. Δεύτερον πρὸς τὸν νεώτερον ἧκε Διονύσιον αἰτῶν γῆν καὶ ἀνθρώπους τοὺς κατὰ τὴν πολιτείαν αὐτοῦ ζησομένους· ὁ δὲ καίπερ ὑποσχόμενος οὐκ ἐποίησεν. ἔνιοι δέ φασι καὶ κινδυνεῦσαι αὐτὸν ὡς ἀναπείθοντα Δίωνα καὶ Θεοδόταν ἐπὶ τῇ τῆς νήσου ἐλευθερίᾳ· ὅτε καὶ Ἀρχύτας αὐτὸν ὁ Πυθαγορικὸς γράψας ἐπιστολὴν πρὸς Διονύσιον παρῃτήσατο καὶ διέσωσεν εἰς Ἀθήνας. ἔστι δὲ ἡ ἐπιστολὴ ἥδε·
Ἀρχύτας Διονυσίῳ ὑγιαίνειν.
3.1.22
Ἀπεστάλκαμέν τοι πάντες οἱ Πλάτωνος φίλοι τὼς περὶ Λαμίσκον τε καὶ Φωτίδαν ἀπολαμψούμεθα note τὸν ἄνδρα κὰτ τὰν πὰρ τὶν γενομέναν ὁμολογίαν. ὀρθῶς δέ κα ποιοῖς ἀμμιμνᾳσκόμενος τήνας τᾶς σπουδᾶς, ἡνίκα πάντας ἁμὲ παρεκάλεις πὸτ τὰν Πλάτωνος ἄφιξιν ἀξιῶν προτρέπεσθαί τε αὐτὸν καὶ ἀναδέχεσθαι τά τε ἄλλα καὶ περὶ τὰν ἀσφάλειαν μένοντί τε καὶ ἀφορμίοντι. μέμνασο δὲ καὶ τῆνο ὅτι περὶ πολλῶ ἐποιήσω τὰν ἄφιξιν αὐτῶ καὶ ἀγάπης ἐκ τήνω τῶ χρόνω ὡς οὐδένα τῶν πὰρ τίν. αἰ δέ τις γέγονε τραχύτας, ἀνθρωπίζειν χρὴ κἀποδιδόμεν ἁμὶν ἀβλαβῆ τὸν ἄνδρα. ταῦτα γὰρ ποιῶν δίκαια πραξεῖς καὶ ἁμὶν χαριξῇ.