3.1.26
Φησὶ δʼ Ἡρακλείδης ὅτι νέος ὢν οὕτως ἦν αἰδήμων καὶ κόσμιος ὥστε μηδέποτε ὀφθῆναι γελῶν ὑπεράγαν· τοιοῦτος δʼ ὢν ὅμως ἐσκώφθη καὶ αὐτὸς ὑπὸ τῶν κωμικῶν. Θεόπομπος γοῦν ἐν Ἡδυχάρει φησὶν οὕτως·
ἓν γάρ ἐστιν οὐδὲ ἕν, τὼ δὲ δύο μόλις ἕν ἐστιν, ὥς φησι Πλάτων.
ἀλλὰ καὶ Ἀναξανδρίδης ἐν Θησεῖ·
ὅτε τὰς μορίας ἔτρωγεν ὡσπερ<εὶ> Πλάτων.
ἀλλὰ καὶ Τίμων οὑτωσὶ παραγραμματίζων αὐτόν·
ὡς ἀνέπλασσε Πλάτων <ὁ> πεπλασμένα θαύματα εἰδώς.
3.1.27
Ἄλεξις Μεροπίδι·
εἰς καιρὸν ἥκεις· ὡς ἔγωγʼ ἀπορουμένη ἄνω κάτω τε περιπατοῦσʼ ὥσπερ Πλάτων σοφὸν οὐδὲν εὕρηκʼ, ἀλλὰ κοπιῶ τὰ σκέλη.
καὶ ἐν Ἀγκυλίωνι·
λέγεις περὶ ὧν οὐκ οἶσθα· συγγενοῦ τρέχων Πλάτωνι καὶ γνώσῃ λίτρον καὶ κρόμμυον.
Ἄμφις Ἀμφικράτει· τὸ δʼ ἀγαθὸν ὅ τι ποτʼ ἐστίν, οὗ σὺ τυγχάνειν μέλλεις διὰ ταύτην, ἧττον οἶδα τοῦτʼ ἐγώ, ὦ δέσποτʼ, ἢ τὸ Πλάτωνος ἀγαθόν. - πρόσεχε δή.
3.1.28
ἐν Δεξιδημίδῃ·
ὦ Πλάτων, ὡς οὐδὲν οἶσθα note πλὴν σκυθρωπάζειν μόνον, ὥσπερ κοχλίας σεμνῶς ἐπηρκὼς τὰς ὀφρῦς.
Κρατῖνος Ψευδυποβολιμαίῳ·
ἄνθρωπος εἶ δηλονότι καὶ ψυχὴν ἔχεις.
- κατὰ τὸν Πλάτωνʼ οὐκ οἶδα <δʼ>, ὑπονοῶ δʼ ἔχειν.
Ἄλεξις Ὀλυμπιοδώρῳ·
σῶμα μὲν ὁμοῦ τὸ θνητὸν αὖον ἐγένετο, τὸ δʼ ἀθάνατον ἐξῇξε note πρὸς τὸν ἀέρα.
- ταῦτʼ οὐ σχολὴ Πλάτωνος;
καὶ ἐν Παρασίτῳ·
ἢ μετὰ Πλάτωνος ἀδολεσχεῖν κατὰ μόνας.
χλευάζει δʼ αὐτὸν καὶ Ἀναξίλας Βοτρυλίωνι καὶ Κίρκῃ καὶ Πλουσίαις.